[ ]
Ceos — Carthaea — 3rd c. BC — IG XII,5 Add. p. 323
1 | Θεωρίλος εἶπε[ν· ἔ]δοξεν τῆι βουλῆι |
καὶ τῶι δήμωι· ἐπειδὴ Λύκων Πυθέα | |
Βυζάντιος εὔνους ὢν τυγχάνει τῆ[ι] | |
πόλει τῆι Καρθαιέων καὶ τῶν πολιτῶ[ν] | |
5 | τοῖς ἐντυγχάνουσιν χρείας παρέχ[ε]- |
ται, χαρίζεσθαι βουλ[όμ]ενος τεῖ πόλ[ει], | |
παρεπιδεδήμηκέν τε ἐν τῆι πόλει | |
εὐτάκτως καὶ καλῶς, δεδό[χθ]αι τῆι | |
βουλῆι, ἐπαινέσαι Λύκωνα εὐ[νοίας] | |
10 | ἕνεκεν καὶ [φ]ιλοτιμίας ἣν ἔχει περ[ὶ] |
τὴν πόλιν ἡμῶν, εἶναι δὲ αὐ[τὸν] | |
πολίτην τῆς πόλεως τῆς Καρ[θα]ι̣έ[ων] | |
καὶ τοὺς ἐκγόνους αὐτοῦ, μετέχον- | |
τας πάντων ὧν καὶ οἱ ἄλλοι πολῖται, | |
15 | [κα]ὶ φυλῆς ἧς ἂν βούλωνται καὶ οἴκου. |