[ ]
Ceos — Carthaea — 3rd c. BC — IG XII,5 Add. p. 321
1 | Σωσίνικος Ἰσονίκου εἶπεν· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Φιλό- |
θηρος Ἀντιφάνου [Μ]αλιεὺς [τετ]αγμένος ὑπὸ τὸν βασιλέα | |
Πτολεμαῖον, παραγενόμενος πλειονάκις εἰς τὴν πόλιν <τὴν> Καρ[θαιέων] | |
ἐπὶ τὴν κομιδὴν τῶν [δανεισμά]των, ἐν τούτοις τε συμπεριφέρεται | |
5 | καὶ τὴν ἐνδημίαν ποεῖται καλῶς καὶ εὐτάκτως, ἀναγγέλλουσι δὲ καὶ |
οἱ παραγινόμενοι τῶν πολιτῶν, ὅτι ὧν ἂν χρείαν ἔχωσιν ἢ κοινῆ[ι ἢ ἰ]- | |
δία[ι] ἐν ταῖς [δίκαις, ἂν] ἐντύχωσ̣ιν Φ̣ι̣λ̣οθήρωι, τὴν πᾶ- | |
[σα]ν σπου[δ]ὴν ποιεῖται τοῦ μη[δένα] κ[α]θυστερεῖν τῶν χρησ[ίμων], | |
καὶ ταῦτα πράττειν [βου]λό[μεν]ον [χαρίζ]εσθαι τῆι πόλει· περὶ δὴ τούτων [δε]- | |
10 | [δό]χθαι τῆι βουλῆ[ι]· ἐπαινέσαι Φ[ι]λ[όθηρον Ἀντιφάνο]υ Μαλιέα εὐνοί[ας ἧς] ἔχει κοινῆι |
[τε] ε[ἰ]ς τὴν [πό]λιν [καὶ ἰδίαι εἰς τοὺς πολίτας] {²etc.}² |