[ ] Ceos — Carthaea — IG XII,5 Add. p. 317 (II)
1 ․․․․․․․․ος εἶπεν· ἔδοξεν τῆι [β]ουλῆ̣ι̣ κ̣α̣ὶ̣ [τῶι δήμωι]·
ἐπειδὴ Ἀρχέβουλος ὁ ἄρχων τὴ[ν στεφανηφόρον ἀρχὴν τά]
τε ἱερὰ ὑπὲρ τῆς πόλεως καλῶς καὶ φιλοτίμ[ως] ἐκθύε[ι καὶ]
τῶν πολιτῶν ἐπιμέλεται καὶ τὰ ἄλλα τὰ κα[τ]ὰ τ[ὴν ἀρχὴν]
5 καλῶς καὶ φιλοτίμως ἄρχει, ἐπαινέσαι τε αὐτόν καὶ στ[ε]-
φανῶσαι θαλλοῦ σ̣[τεφ]άνωι κ[αὶ ἀνακηρῦξαι αὐτὸν Διονυσί]-
οις [τῶι ἀγῶ]νι τῶ[ν τραγωιδῶν· ἀναγράψαι δὲ τὸ ψή-
[φισμα] εἰ[ς τὸ] ἱερὸ[ν τοῦ Ἀπόλλωνος· τὸ δὲ ἀνάλωμα]
[δοῦναι τὸν ταμίαν].
10 ․․․․․αγόρας εἶπεν· [ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι]·
[ἐπειδὴ — — — — — — — — — — — — — — — — — — — — — —]
․․․․․․․․ πᾶσι ἀξί— — — — — — — — — — — — — — — —
Search Help
Contact Us