[ ]
Paros — 2nd c. AD
1 | {²A.}² "φράζε, τίνος γονέως, σέο τ’ οὔνομα καὶ πόσιν αὔδ[α], |
καὶ χρόνον εἰπέ, γύ{γυ}ναι {²⁶γύναι}²⁶, καὶ πόλεως ὅθεν εἶ." —— | |
{²B.}² "Νείκανδρος γεν[έ]τωρ, πατρὶς Πάρος, οὔνομα δὲ ἦν μοι | |
Σωκράτεα, φθιμένην Παρμενίων δὲ ἔθετο | |
5 | σύνλ[ε]κτρος τύμβῳ με, χάριν δέ μοι ὤπασε τήνδε |
εὐδόξου ζωᾶς μνῆμα καὶ ἐσσομένοις· | |
καί μ[ε] πικρὰν νεαροῖο βρέφους ἀφύλακτος Ἐρεινὺς | |
αἱμορύτοιο νόσωι τερπνὸν ἔλυσε βίον· | |
οὔθ’ ὑπ’ ἐμαῖς ὠδεῖσι τὸ νήπιον εἰς φάος ἦγον, | |
10 | ἀλλ’ ὑπὸ γαστρὶ φίλαι κεύθεται ἐμ φθιμένοις· |
τρισσᾶς ἐκ δεκάδος δὲ πρὸς ἓξ ἐτέων χρόνον ἦλθον | |
ἀνδρὶ λιποῦσα τέκνων ἀρσενόπαιδα γονάν· | |
δισσὰ δὲ πατρὶ λιποῦσα καὶ ἱμερτῶι [σ]υνομεύνωι | |
αὐτὰ ὑπὸ τριτάτωι τόνδε λέλονχα τόπον." —— | |
15 | {²A.}² "ἀλλὰ σύ, παμβασίληα θεά, πολυώνυμε κούρα, |
τήνδε ἄγε ἐπ’ εὐσεβέων χῶρον ἔχουσα χερός." —— | |
{²B.}² "τοῖς δὲ παρερχομένοισι θεὸς τέρψιν τινὰ δῴη | |
εἴπασιν χαίρειν Σωκράτεαν κατὰ γῆς." | |
Διονύσιος Μάγνης ποιητὴς ἔγραψεν. |