[ ]
Thera — IG XII,3 Suppl. p. 294
| a.1 | Ἀρτεμίδωρος |
| Ἀπολλωνίου Περγαῖος. | |
| b.1 | εἵσατο τήνδ’ Ἑκάτην πολυώνυμον Ἀρτεμίδωρος |
| φωσφόρον, ἣν τιμῶσιν ὅσοι χώραν κατέχουσιν. | |
| Μνημόσυνον Θήρας πόλεως παριοῦσιν ἔτευξεν | |
| βάτθρα τάδ’, ἔστ[η]σέν τε μέλαν λίθον Ἀρτεμίδωρος. | |
| c.1 | ἥκω Πρίαπος τῆιδε Θηραίωμ πόλει |
| ὁ Λαμψακηνός πλοῦτον ἄφθιτομ φέρων. | |
| d.1 | ․․․․․․․ς πάρειμι καὶ παραστάτης |
| πᾶσιν πολίταις τοῖς τ’ ἐνοικοῦσιν ξένοις. | |
| e.1 | Ἀρτεμίδωρος |
| Ἀπολλωνίου Περγαῖος. |