[ ]
Thera — 153/52 BC — IG XII,3 Suppl. p. 285
| 1 | ἔδοξε τοῖς ἀλειφομένοις· ἐπειδὴ |
| Βάτων Φίλωνος πρότερον μὲν | |
| ἐφ’ ἔτη δύο προχειρισθεὶς γυμνασί- | |
| αρχος προεστάτησε ἐνδόξως | |
| 5 | καὶ καταξίως αὑτοῦ τε καὶ τῆς τῶν |
| ἀλειφομένων προαιρέσεως τοῦ | |
| γυμνασίου, ἀνθ’ ὧν τὸ κοινὸν εὐδο- | |
| κιμήσαντα ἐστεφάνωσεν αὐτὸν | |
| ἐπὶ τὰ προειρημένα ἔτη δύο θαλ- | |
| 10 | λοῦ στεφάνωι, καὶ τὴν περὶ τούτων |
| ἀναγραφὴν ὐπομνήματος χάριν | |
| εἰς τὸ γυμνάσιον κ<α>τακεχώρικεν φι- | |
| λοτιμίας ἕνεκεν καὶ τῆς λοιπῆς ἐ- | |
| πιμελείας ἧς ἔχων διετέλεσεν εἰς | |
| 15 | αὐτούς, πάλιν τε εἰς τὸ κϛʹ (ἔτος) καὶ ζκʹ |
| (ἔτος) και ηκʹ (ἔτος) ἀξιωθεὶς ὑπέμεινε γυ- | |
| μνασιαρχῆσαι, καὶ τὴν ἁρμόζουσαν εὐ- | |
| ταξίαν αὐτός τε συνετήρησεν καὶ | |
| τοῦ τόπου καὶ τῶν ἀλειφομένων ἐ- | |
| 20 | κτενέστερον καὶ φιλοτιμότερον ἔτι |
| πολλῶι προεστάτησεν τούς τε τῶι | |
| Ἑρμεῖ καὶ Ἡρακλεῖ τιθεμένους ὑπὲρ | |
| τοῦ βασιλέως γυμνικοὺς ἀγῶνας | |
| συνευκοσμῶν κατὰ τὴν αὑτοῦ δύ- | |
| 25 | ναμιν κα[τ]’ ἰδίαν ἐκτιθεὶς ἆθλα τὰ |
| καθήκοντα τοῖς ἀγωνιζομένοις, | |
| ἐφ’ οἷς θεωροῦν τὸ κοινὸν πᾶσαν | |
| προθυμίαν καὶ σπουδὴν ἐνδεικνύμε- | |
| νον αὐτὸν ὑπὲρ τοῦ τόπου στεφάνους | |
| 30 | τε χρυσοῦς περιτέθεικεν καὶ γραπτῇ |
| τετίμηκεν εἰκόνι Βάτωνα Φίλωνος | |
| γυμνασιαρχήσαντα τὸ τρίτον καὶ τέ- | |
| ταρτον καὶ πέμπτον ἑξῆς καὶ τὴν ἐν | |
| τῶι προδεδηλωμένωι χρόνωι τῶν νέ- | |
| 35 | ων προστασίαν εὐσχήμονά τε καὶ |
| πρέπουσαν ποιησάμενον· δεδόχθαι δὲ | |
| καὶ νῦν ἐπαινέσαι τε αὐτὸν ἐπὶ τούτοις | |
| καὶ προσεπιστεφανῶσαι πάλιν χρυσῶι | |
| στεφάνωι, καὶ τοὺς μὲν χρυσοῦς στεφά- | |
| 40 | νους εἰς λεύκωμα καταχωρίσαι, τὸ δὲ δό- |
| γμα τόδε ἀναγράψαι εἰς στήλην λιθί- | |
| νην καὶ ἀναθεῖναι ἐν τῶι ἐπιφανεστά- | |
| τωι τόπωι τοῦ γυμνασίου· προσαξιῶσαι | |
| δὲ αὐτὸν καὶ εἰς τὸ θκʹ (ἔτος) ἔτι γυμνασιαρχῆ- | |
| 45 | σαι, διότι τοῦτο πράξας ἔσται πᾶσι τοῖς |
| ἀλειφομένοις κεχαρισμένος. |