[ ]
Thera — ca. 210-195 BC
| A | [Φοῖνιξ {²τοῦ δεῖνος}²(?)] |
| 1 | Ἀνδραγόρας Φοίνικος. Ἐπικτήτα Γρ[ί]ννου. Κρατησίλοχος Φοίνικος. |
| B.1 | ἐπὶ ἐφόρων τῶν σὺν Φοιβοτέλει |
| τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Ἐπικτήτα | |
| Γρίννου μετὰ κυρίου Ὑπερείδους τοῦ Θρα- | |
| συλέοντος συνευαρεστούσας καὶ τᾶς θυγα- | |
| 5 | τρὸς [Ἐ]πιτελείας τᾶς Φοίνικος· εἴη μέν μοι ὑγιαι- |
| νούσαι καὶ σωιζομέναι τὰ ἴδια διοικέν· εἰ δέ τί κα | |
| γένηται περί με τῶν ἀνθρωπίνων, ἀπολείπω | |
| κατὰ τὰν γεγενημέναν μοι ὑπὸ τοῦ ἀνδρὸς | |
| Φοίνικος ἐντολὰν τοῦ καὶ κατασκευαξαμένου | |
| 10 | τὸ Μουσεῖον ὑπὲρ τοῦ μεταλλαχότος ἁμῶν |
| υἱοῦ Κρατησιλόχου καὶ ἀγαγόντος τὰ ζῶια | |
| καὶ τὸς ἀνδριάντας ἑαυτοῦ τε καὶ Κρατησι- | |
| λόχου καὶ τὰ ἡρῶια καὶ ἐνευξαμένου ὥστε | |
| κατασκευάξαι με τὸ Μουσεῖον καὶ θέμεν τάς | |
| 15 | τε Μούσας καὶ τὸς ἀνδριάντας καὶ τὰ ἡρῶια· |
| μετὰ δὲ δύο ἔτη τοῦ ἀπολελειμμένου ἔτι | |
| μου υἱοῦ Ἀνδραγόρα μεταλλάσσοντος τὸν | |
| βίον καὶ ἐντειλαμένου ἐπιτελῆ με ποιῆσαι | |
| τὰν τοῦ πατρὸς αὐτοῦ Φοίνικος ἐντολὰν καὶ | |
| 20 | θέμεν καὶ ὑπὲρ αὐτοῦ ὡς καὶ ὑπὲρ τοῦ πατρὸς |
| καὶ τοῦ ἀδελφοῦ τόν τε ἀνδριάντα καὶ τὸ ἡ- | |
| ρῶιον, καὶ συναγαγὲν κοινὸν ἀνδρείου τῶν συγ- | |
| γενῶν καὶ δόμεν τῶι κοινῶι τοῦ ἀνδρείου δρα- | |
| χμὰς τρισχιλίας πόθοδον ἀφ’ οὗ συναχθη- | |
| 25 | σοῦντι, ἐπιτετελεκεῖα οὖν καὶ ἑστακεῖα πάν- |
| τα κατὰ τὰς ἐκείνων ἐντολάς, καὶ τὸ κοινεῖ{ν}- | |
| ον {²⁶κοινεῖον}²⁶ συναγαγοχεῖα τῶν συγγενῶν, ὧν καὶ τὰ ὀνό- | |
| ματα ὑπογέγραπται, ὥστε συνάγεσθαι τὸ κοι- | |
| νὸν ἐν τῶι Μουσείωι, δίδωμι δραχμὰς τρισχι- | |
| 30 | λίας τῶι προδεδηλωμένωι κοινῶι τοῦ ἀνδρεί- |
| ου τῶν συγγενῶν, ὥστε ὀφείλεσθαι αὐτὰς ἐπὶ | |
| τοῖς ὑπάρχουσί μοι αὐτοκτήτοις χωρίοις τοῖς | |
| ἐμ Μελαιναῖ[ς — — — — — — — — — — — — κλα]- | |
| ρονόμων κα[ὶ — — — — — — — — — — — — — —]- | |
| 35 | χου· ἀπολείπω δὲ τὸ Μουσεῖον [καὶ τὸ τέμενος] |
| τῶν ἡρώιων τᾶι θυγατρί μου Ἐ[πιτελείαι, ὥσ]- | |
| τε παραλαβοῦσαν αὐτὰν καὶ τὰ[ν πόθοδον τῶν] | |
| ἄλλων μοι ὐπαρχόντων τελὲν κα[θ’ ἕκασ]- | |
| τον ἔτος ἐμ μηνὶ Ἐλευσυνίωι δραχμὰ[ς δια]- | |
| 40 | κοσίας δέκα τῶι κοινῶι τοῦ ἀνδρείου [οὗ συν]- |
| αγάγοχα τῶν συγγενῶν. μὴ ἐχέτω [δὲ ἐξου]- | |
| σίαν μηθεὶς μήτε ἀποδόσθαι τὸ Μουσεῖον [μή]- | |
| τε τὸ τέμενος τῶν ἡρώιων μηδὲ τῶν ἀγαλ- | |
| μάτων τῶν ἐν τῶι Μουσείωι μηδὲ τῶν ἐν | |
| 45 | τῶι τεμένει τῶν ἡρώιων μηθὲν μήτε κατα- |
| θέμεν μήτε διαλλάξασθαι μήτε ἐξαλλο- | |
| τριῶσαι τρόπωι μηθενὶ μηδὲ παρευρέσει | |
| μηδεμιᾶι μηδὲ ἐνοικοδομῆσαι ἐν τῶι τε- | |
| μένει μηθέν, εἴ κα μή τις στοὰν οἰκοδομῆσαι | |
| 50 | προαιρεῖται, μηδὲ χρῆσαι τὸ Μουσεῖον μηθενί, |
| εἴ κα μή τις τῶν ἐξ Ἐπιτελείας γάμον ποιῇ· | |
| εἰ δὲ μή, κωλυέσθω ὑπὸ τοῦ κοινοῦ καὶ κύρι- | |
| ον ἔστω τὸ κοινὸν κωλῦον τὸν τούτων τι ποι- | |
| οῦντα. μή ἐχέτω δὲ ἐξουσίαν μηδὲ ἐξενέγ- | |
| 55 | και τῶν ἐν τῶι Μουσείωι ὄντων μηθέν· εἰ δὲ μή, |
| κωλυέσθω ὑπὸ τοῦ κοινοῦ τῶν συγγενῶν | |
| καὶ κύριον ἔστω κωλῦον. τὰν δὲ ἱερατείαν τᾶν | |
| Μουσᾶν καὶ τῶν ἡρώιων ἐχέτω ὁ τᾶς θυγα- | |
| τρός μου υἱὸς Ἀνδραγόρας· εἰ δέ τί κα πάθῃ οὗ- | |
| 60 | τος, ἀεὶ ὁ πρεσβύτατος ἐκ τοῦ γένους τοῦ Ἐπι- |
| τελείας. ὁ δὲ ἀνδρεῖος τῶν συγγενῶν συν- | |
| αγέσθω ἐν τῶι Μουσείωι καθ’ ἕκαστον ἔτος | |
| ἐμ μηνὶ Δελφινίωι, λαμβάνων παρὰ τῶν δι- | |
| αδόχων μου τὰς διακοσίας δέκα δραχμάς, | |
| 65 | ἁμέρας τρεῖς, ἀποδείξας ἐπιμηνίος ἐξ αὐ- |
| τῶν, καὶ θυέτω τᾶι μὲν ἐννεακαιδεκάται | |
| ταῖς Μούσαις, τᾶι δὲ εἰκάδι τοῖς ἥρωσιν {Φοί} | |
| Φοίνικι καὶ Ἐπικτήται, τᾶι δὲ ἀμφεικάδι | |
| Κρατησιλόχωι καὶ Ἀνδραγόραι· εἰ δέ κα μὴ ἀπο{ι}- | |
| 70 | δῶι {²⁶ἀποδῶι}²⁶ Ἐπιτέλεια [ε]ἲ οἱ κλαρονόμοι αὐτᾶς ἐν τῶι Ἐ- |
| λευσυνίωι μηνὶ τῶι ἀνδρείωι τῶν συγγενῶν | |
| τὰς διακοσίας δέκα δραχμάς, ἔστω ἁ καρπεία | |
| τῶν προδεδη[λ]ωμένων χωρίων τῶν ἐμ Μελαι- | |
| ναῖς τοῦ κοινο[ῦ] τοῦ ἀνδρείου τῶν συγγενῶν | |
| 75 | ποτὶ τὰς διακοσί[α]ς δραχμάς· εἰ δέ κα προαιρῶνται |
| τὰν ἀσφάλειαν, [δ]όμεν οἱ διάδοχοί μευ τῶι κοινῶι | |
| τοῦ ἀνδρείου τᾶν τρισχιλιᾶν δραχμᾶν καὶ ἐς ἄλλα | |
| χωρία ἐξουσίαν ἐχόντων, διδόντες ἀσφαλεῖς | |
| τὰς ὑποθήκας. τῶν δὲ συγγενῶν ὧν συναγά- | |
| 80 | γοχα ὀνόματά ἐστι τὰ ὑπογεγραμμένα· |
| Ὑπερείδης Θρασυλέοντος, Ἀντισθένης Ἰσοκλεῦς, | |
| κατὰ δε [υἱ]οθεσί[α]ν Γρίννου, Ἀριστόδαμος Ἰσοκλεῦς, | |
| Τιμήσιος Πραξι[τ]έλους, Εὐαγόρας Προκλείδα, | |
| Προκλείδας Εὐ[α]γόρα, Καρτιδάμας Προκλείδα, | |
| 85 | Ἁγνο<σ>θένης Καρτιδάμα, Προκλείδας Ἀλκιμέδοντος, |
| Βωλακράτης Ἀγ[λ]ωσθένους, Ἀρχίνικος Γοργώπα, | |
| Στάρτοφος Βω[λ]ακράτους, Γοργώπας Ἀρχινίκου, | |
| Γοργώπας Ἐχε[σ]τρατου, Γοργώπας Καρτιδάμα, | |
| Ἀγαθόστρατος [Κρ]ατησιλόχου, Μόλλις Πολυμήδευς, | |
| 90 | Καρτιδάμας κα[ὶ] Κρατησίλοχος καὶ Δίων |
| καὶ Δωροκλε[ί]δας οἱ Ἀγαθοστράτου, | |
| Ἵμερτος Ἱμερο[φ]ῶντος, Κρίτος Τεισάνορος, | |
| Πολύνικος κ[αὶ] Εὐαγόρας οἱ Σωτέλους. | |
| πορευέσθωσ[αν] δὲ καὶ αἱ τούτοις συνοικοῦσαι γυ- | |
| 95 | ναῖκες καὶ τὰ [τέ]κνα αὐτῶν, τὰ μὲν θήλεια ἕως |
| κα ᾖ ὑπὸ τὸν πα[τ]έρα, τὰ δὲ ἄρσενα καὶ ἐν ἁλικίαι γε- | |
| νόμενα καὶ τὰ ἐκ τούτων κατὰ τὰ αὐτά· πορευέσ- | |
| θων δὲ καὶ αἱ ἐπίκλαροι καὶ οἱ συνοικοῦντες αὐ- | |
| ταῖς καὶ τὰ ἐκ τα[υ]τᾶν τέκνα κατὰ τὰ αὐτὰ τοῖς προ- | |
| 100 | γεγραμμένοις· πορευέσθω δὲ καὶ ἁ ὁμώνυμός |
| μου Ἐπικτητα καὶ ἁ θυγάτηρ μου Ἐπιτέλεια καὶ | |
| αἱ Γοργώπα θυ[γ]ατέρες Μνασὼ καὶ Αἰνησίππα | |
| καὶ αἱ Θρασυλέοντος θυγατέρες Βασιλοδίκα | |
| καὶ Τελεσίππ[α] καὶ Καλλιδίκα ἁ Ἰσοκλεῦς καὶ οἱ | |
| 105 | ταύταις συνοι[κ]οῦντες· πορευέσθω δὲ καὶ ἁ Ἀρι- |
| στάρχου θυγάτηρ Ἐπιτέλεια καὶ τὰ ἐκ ταυτᾶν τέκνα. | |
| μάρτυρες· Χαρ․․․․․․․․․․ Εὐαγόρας Προκλεί[δα] | |
| Ἀντισθένης [Ἰσοκλεῦς, κατὰ δὲ υἱοθεσίαν Γρίννου]. | |
| C.109 | ἐπὶ ἐφόρων τῶν σὺν Ἱμέρτωι, Διοσθύου· |
| 110 | ἐπειδὴ Ἐπικτήτα Γρίννου μετὰ κυρίου τοῦ τᾶς |
| θυγατρὸς ἀνδρὸς Ὑπερείδους τοῦ Θρασυλέον- | |
| τος, συνευαρεστούσας καὶ τᾶς θυγατρὸς αὐ- | |
| τᾶς Ἐπιτελείας, ἐπιδέδωκε ἐς θυσίαν ταῖς | |
| Μούσαις καὶ τοῖς ἥρωσι καὶ ἐς ἀνδρείου τῶν συγ- | |
| 115 | γενῶν συναγωγὰν κατὰ διαθήκαν δραχμὰς |
| τρισχιλίας, ἐς ἃς καὶ λαμβάνεν καθ’ ἕκαστον | |
| ἔτος παρὰ τῶν διαδόχων αὐτᾶς δραχμὰς δι- | |
| ακοσίας δέκα, ὥστε γίνεσθαι τὰν συναγω- | |
| γὰν ἐπ’ ἁμέρας τρεῖς ἐν τῶι Μουσείωι ὧι αὐτὰ | |
| 120 | κατεσκεύωκε ὑπέρ τε τοῦ ἀνδρὸς αὐτᾶς Φοί- |
| νικος καὶ αὑτᾶς καὶ τῶν υ[ἱῶν] Κρατησιλόχου | |
| καὶ Ἀνδραγόρα, καὶ θύεν τὸ[ν μὲ]ν τὰν πράταν ἐπι- | |
| μηνιεύοντα ταῖς Μούσαι[ς, τὸ]ν δὲ τὰν δευτέ- | |
| ραν τοῖς ἥρωσι Φοίνικι καὶ [Ἐπικ]τήται, τὸν δὲ | |
| 125 | τὰν τρίταν τοῖς ἥρωσι Κρατ[ησ]ιλόχωι καὶ Ἀν- |
| δραγόραι, ἀγαθᾶι τύχαι, δεδόχθαι τάν τε ἐπαγ- | |
| γελίαν ἀποδέξασθαι αὐτᾶς καὶ ποιεῖσθαι {τὰν} | |
| τὰν συναγωγὰν ἀπὸ τοῦ πράτου ἀλείμματος, | |
| καὶ ἐπιχεῖσθαι πάντας ἀπὸ δείπνου ἐπὶ τὸ πρᾶ- | |
| 130 | τον ποτείριον τᾶν τε Μουσᾶν και Φοίνικος καὶ Ἐπι- |
| κτήτας καὶ Κρατησιλόχου καὶ Ἀνδραγόρα· τὰν | |
| δὲ συναγωγὰν τοῦ ἀνδρείου τῶν συγγενῶν | |
| γίνεσθαι ἐμ μηνὶ Δελφινίωι ἐν τῶι Μουσείωι κα- | |
| θ’ ἕκαστον ἔτος ἁμέρας τρεῖς, καὶ λειτουργὲν | |
| 135 | ἅπαξ ἀνὰ πρεσβύτατα δωρεὰν πάντας, ὁμοί- |
| ως δὲ καὶ τὸς ἐκ τούτων γενομένος, καὶ παρα- | |
| γινομένος ἐς τὸ κοινεῖον λειτουργὲν γενο- | |
| μένος ἐκ τῶν ἐφήβων τὰν πράταν ἐπιμηνιεί- | |
| αν δωρεάν. παρεξοῦντι δὲ οἱ δωρεὰν ἐπιμη- | |
| 140 | νιεύομες οἶνον ξενικὸν ἱκανὸν δόκιμον ἕως |
| τριῶν πινόντων, στεφάνος, μουσικόν, μύρον· | |
| εἰ δέ κά τις μὴ ἐπιμηνιεύσηι κατὰ τὰ γεγραμμέ- | |
| να, ἀποτεισάτω τῶι κοινῶι δραχμὰς ἑκατὸν καὶ | |
| πρασσέσθω ὑπὸ τοῦ [κατα]τυγχάνοντος ἀρτυ- | |
| 145 | τῆρος κατὰ [τὸς] νόμος καὶ μὴ μετεχέτω τοῦ |
| κοινοῦ ἐς ὅ [κα ἐκ]τείση. ἐπὶ δὲ ταῦτα τὰ ἔτη | |
| τὰν πίπτο[υσαν] πόθοδον τῶι κοινῶι ὁ κατα- | |
| τυγχάνω[ν] ἀ[ρτυ]τὴρ πράξας ἀποδιδότω ἐπὶ | |
| σύλλογον καὶ ἐγδανειζέσθω ὑπὸ τῶν αἱρε- | |
| 150 | θέντων ἐγ[δ]ανειστᾶν ἐπὶ ὑποθήκαις ἐγγαί- |
| οις ἀξιοχρέοις χωρὶ τοῦ ἀφαιρουμένου ἐς | |
| τὰς θυσία[ς] ταῖς τε Μούσαις καὶ τοῖς ἥρωσι | |
| κατὰ τὰν δι[α]θήκαν· ἀφαιρούντων δὲ καὶ συλ- | |
| λογευτικὸν μὴ πλεῖον δραχμᾶν δεκαπέν- | |
| 155 | τε. εἰ δέ κα [ἐγ] δωρεᾶς ἐπιμήνιοι μηκέτ’ ὧντι, |
| δεξοῦν[ται] κατὰ τὸ ἑξᾶν ἀνὰ πρεσβύτατα | |
| πάντες οἱ [π]αραγινόμενοι, καθὼς γέγραπται | |
| καὶ τὸς δω[ρ]εὰν δεχομένος, καὶ λαμψοῦνται | |
| παρὰ τοῦ ἀρτυτῆρος δραχμὰς πεντήκοντα | |
| 160 | πρὸ τοῦ τὰν σύνοδον ἧμεν πρὸ ἁμερᾶν δέ- |
| κα· εἰ δέ κα [μ]ὴ δέξηται λαβών, ἀποτεισάτω | |
| δραχμὰς [ἑ]κατὸν πεντήκοντα, καὶ πραξά- | |
| τω αὐτὸν [ὁ] ἀρτυτήρ, καὶ ἐνεχύραστος [ἔ]σ- | |
| τω αὐτῶι [κ]ατὰ τὸς νόμος· ἐς ὅ δέ κα ἐκτεί- | |
| 165 | σῃ, μὴ μετ[ε]χέτω τοῦ κοινοῦ. ἐπιμ[η]νιευσά- |
| τω δὲ κατ’ αὐτὸν ὁ ἀρτυτὴρ καὶ κομισάσθω | |
| ἀπὸ τᾶν ποθόδων πρᾶτος. τὸ δὲ δεῖπνον | |
| γινέσθω [ὥ]ς κα δόξει τῶι κοινῶι καὶ ἀφ’ ὅ- | |
| σου κα δό[ξ]ει. ὁ δὲ ἀρτυτὴρ εἴ κα μὴ ἐξοδιά- | |
| 170 | ξει τοῖς ἐ[π]ιμηνίοις κατὰ τὰ γεγραμμένα, ὁ |
| μὲν ἐπιμ[ή]νιος πάντως δεχέσθω καὶ θυ- | |
| έτω τὰν ἐ[π]ιβάλλουσαν αὐτῶι θυσίαν· ὁ δὲ | |
| ἀρτυτὴρ ὧι κα μὴ ἐξοδιάξει ἐπιμηνίωι, ὀφει- | |
| λέτω δρα[χ]μὰς ἑκατὸν πεντήκοντα καὶ ἁ | |
| 175 | πρᾶξις ἔσ[τ]ω τῶι μὴ λαβόντι κατὰ τοῦ ἀρτυ- |
| τῆρος κατ’ [ἐ]νεχυρασίαν κατὰ τὸς νόμος, καὶ | |
| μὴ μετεχ[έτ]ω τοῦ κοινοῦ ἐς ὅ κα ἐκτείσῃ· θυ- | |
| έτω δὲ ὁ [μὲ]ν τὰν πράταν ἐπιμηνιεύων ἁμέ- | |
| ραν ταῖς [Μο]ύσαις ἱερεῖον καὶ ἱερά, ἐλλύτας | |
| 180 | ἐκ πυρῶ[ν χο]ινίκων πέντε καὶ τυροῦ καπυ- |
| ροῦ στατῆρος· παρεξεῖ δὲ καὶ στεφά[νο]ς τοῖς | |
| θεοῖς καὶ τὰ λοιπὰ τὰ ποτὶ τὰν θυσί[αν π]άντα· | |
| ἀπὸ δὲ τούτων καρπωσεῖ τοῖς θεο[ῖς τ]ά τε ἐ- | |
| κ τοῦ ἱερείου νενομισμένα ἱερὰ καὶ ἐ[λλύ]ταν. ὁ | |
| 185 | δὲ τὰν δευτέραν τοῖς ἥρωσι Φοίνικ[ι κ]αὶ Ἐπι- |
| κτήται ἱερεῖον καὶ ἱερά, ἐλλύτας ἐκ π[υ]ρῶν χοι- | |
| νίκων πέντε, καὶ τυροῦ καπυροῦ στ[α]τῆρος· | |
| παρεξεῖ δὲ καὶ στεφάνος τοῖς ἥρωσ[ι] καὶ τὰ λοι- | |
| πα τὰ ποτὶ τὰν θυσίαν πάντα, καὶ καρ[π]ωσεῖ τά | |
| 190 | τε ἐκ τοῦ ἱερείου νομιζόμενα ἱερὰ κ[α]ὶ ἐλλύ- |
| ταν καὶ ἄρτον καὶ πάρακα καὶ ὀψάρια τ[ρί]α. ὁ δὲ | |
| τὰν τρίταν θυσεῖ τοῖς ἥρεσι Κρατησι[λό]χωι καὶ | |
| Ἀνδραγόραι κατὰ τὰ αὐτὰ καθ’ ἃ γέγρ[απ]ται θύ- | |
| εν Φοίνικ[ι] καὶ Ἐπικτήται, οἱ δὲ ἐπιμήν[ιοι] οἱ θύον- | |
| 195 | τες τὰς θυσίας ταύτας ἀποδωσο[ῦ]ντι τῶι |
| κοινῶι τός τε [ἐ]λλύτας πάντας κ[α]ὶ τῶν | |
| σπλάγχνων τὰ ἡμίση· τὰ δὲ λοιπὰ [ἑ]ξοῦντι | |
| αὐτοί· ὁ{ι} δὲ ἀρτυτὴρ διελεῖ τὰ ἱερὰ τ[ο]ῖς παροῦ- | |
| σι. εἰ δέ κα ᾖ ἐπιμηνιεία δωρεάν, πω[λ]είτω ὁ ἐ- | |
| 200 | πίσσοφος ὅστις θυσεῖ τὰς θυσίας [τ]αύτας |
| κατὰ τὰ γεγραμμένα· ὅσα δέ κα ἀπ[ο]δῶται, ὁ | |
| ἀρτυτὴρ ἐξοδιαζέτω. αἱρείσθω δ[ὲ] τὸ κοινὸν | |
| καὶ ἐπίσσοφον· ὁ δὲ αἱρεθεὶς συναγ[έ]τω σύλ- | |
| λογον καθ’ ἐνιαυτὸν ἐν τᾶι δευτέρ[αι] ἁμέραι | |
| 205 | καὶ προνοείσθω πάντων τῶν κατὰ τὸ κοινόν, |
| ὅπως διοικῆται τὰ γεγραμμένα ἔν τε τᾶι δια- | |
| θήκαι καὶ τῶι νόμωι, καὶ ἐγγραφέτω τός τε | |
| ἐπιμηνίος καὶ τὸν ἀρτυτῆρα ἀνὰ [π]ρεσβύτα- | |
| τα καὶ ἐπίσσοφον καὶ ἐγδανειστὰς καὶ εἴ κά | |
| 210 | τις μὴ ἐπιμηνιεύσει ὀφείλοντά τ[ε ἐ]κ τοῦ νό- |
| μου ἐπίτιμον, καὶ εἴ τί κα ἄλλο αὐτῶ[ι ἐπ]ιβάλ- | |
| λει ἐγγράφεν κατὰ τὸν νόμον εἲ τὰν [δι]αθήκαν | |
| καὶ τὰ δόξαντα τῶι κοινῶι. γραφέτω δὲ καὶ τὰν | |
| ἔσοδον καὶ ἔξοδον τὰν γινομένα[ν ἐπ’(?)] αὐτοῦ | |
| 215 | καὶ εἴ τί κα ἄλλο ὀφείλειται τῶι κοιν[ῶι]. εἰ δέ κα |
| μὴ ποεῖ τὰ ποτιτεταγμένα, ὀφειλ[έτ]ω τῶι κοι- | |
| νῶι δραχμὰς τριακοσίας, καὶ τοῦ κοινοῦ | |
| μὴ μετεχέτω ἐς ὅ κα ἐκτείσῃ, καὶ πρακτὸς | |
| ἔστω ὑπὸ τῶν αἱρεθέντων ἀνδρῶν ὑπὸ | |
| 220 | τοῦ κοινοῦ κατ’ ἐνεχυρασίαν κατὰ τὸς νό- |
| μος. ὁ δὲ ἀρτυτὴρ ὁ αἱρεθεὶς πραξεῖ τὰ ὀ- | |
| φειλόμενα τῶι κοινῶι κατά τε τὰν διαθή- | |
| καν καὶ τὰ λοιπὰ πάντα τὰ παραγραφέντα | |
| αὐτῶι ὑπό τοῦ ἐπισσόφου, καὶ ἐξοδιαξεῖ | |
| 225 | τοῖς τε ἐπιμηνίοις τὰ γεγραμμένα ἐν |
| τοῖς νόμοις καὶ τὸ συλλογευτικὸν καὶ | |
| τὰ ἐς τὰς θυσίας, ὅκα κα μὴ ὦντι πραταί, | |
| καὶ εἴ τί κα ἄλλο δόξει τῶι κοινῶι· τὰ δὲ λοι- | |
| πὰ ἀποδωσεῖ ἐπὶ σύλλογον. εἰ δέ κα μὴ ἐ- | |
| 230 | ξοδιάξει τι τῶν γεγραμμένων εἲ τὰ πε- |
| ρισσὰ χρήματα μὴ ἀποδῷ ἐπὶ σύλλογον, | |
| ὀφειλέτω ὅ κα τούτων μὴ ποήσει δι- | |
| πλοῦν τῶι κοινῶι τὸ χρῆμα, καὶ ἐγγραφέ- | |
| τω αὐτὸν ὁ ἐπίσσοφος ἐς τὰ τοῦ κοινοῦ | |
| 235 | γράμματα, ὅ κα μὴ ποήσει τούτων, ὀφεί- |
| λοντα διπλοῦν· καὶ τοῦ κοινοῦ στερέσθω | |
| ἐς ὅ κα ἐκτείσει, καὶ πρακτὸς ἔστω ὑπὸ | |
| τῶν αἱρεθέντων ἀνδρῶν ἀπὸ ἐνεχυρα- | |
| σίας κατὰ τὸς νόμος· τοῖς δὲ ἐπιμηνίοις, | |
| 240 | εἴ κα μὴ ἐξοδιάξει, ἔστω κατ’ αὐτοῦ τὰ γε- |
| γραμμένα ἐν τῶι νόμωι. ὅπως δὲ πάντα | |
| διοικεῖται κατά τε τὰν διαθήκαν καὶ τὸν | |
| νόμον καὶ τὰ δόξαντα τῶι κοινῶι δυνα- | |
| τῶς ἐς πάντα τὸν χρόνον, αἱρείσθω τὸ | |
| 245 | κοινόν, εἴ κά τινες μὴ ποιῶντι τὰ κατὰ |
| τὸν νόμον εἲ τὰν διαθήκαν εἲ τὰ δόξαν- | |
| τα, ἄνδρας ὅσος κα δόξει, οἵτινες πάντα | |
| πραξοῦντι καθότι κα δόξει τῶι κοινῶι· | |
| καὶ ἐγγραφέτω καὶ τὰν τούτων αἵρεσιν ὁ | |
| 250 | ἐπίσσοφος· εἰ δέ κα ὁ ἐπίσσοφος μὴ προ- |
| αιρεῖται ἐγγράφεν, παραχρῆμα τὸ κοινὸν ἀ- | |
| πο[δειχθή]τω ἄνδρα τὸν ἐγγραψοῦντα· ὁ δὲ | |
| αἱρεθεὶς γραφέτω πάντα τὰ δόξαντα | |
| τῶι κοινῶι· ἃ δέ κα δόξει τοῖς πλείοσι τοῦ | |
| 255 | κοινοῦ, ταῦτα κύρια ἔστω πλ[ὰ]ν ὑπὲρ δια- |
| λύσεως· ὑπὲρ δὲ τούτου μὴ ἐχέτω ἐξου- | |
| σίαν μηθεὶς μήτε εἶπαι μήτε γράψαι, ὡς δε- | |
| είσῃ διαλῦσαι τὸ κοινὸν εἲ τὰς θυσίας τὰς | |
| προγεγραμμένας, εἲ τῶν τοῦ κοινοῦ τι | |
| 260 | κακῶσαι ἢ διελέσθαι ἢ τοῦ ἀρχαίου τι κα- |
| ταχρήσασθαι· εἰ δέ τίς κα ἢ εἴπει ἢ γράψει, | |
| τό τε ῥηθὲν ἢ γραφὲν ἄκυρον ἔστω καὶ ὁ | |
| εἴπας ἢ γράψας στερέσθω τοῦ κοινοῦ καὶ ὁ- | |
| φειλ[έ]τω αὐτῶι δραχμὰς πεντακοσίας | |
| 265 | καὶ πρακτὸς ἔστω καὶ ἀπὸ ἐνεχυρασίας |
| κατὰ τὸς νόμος ὑπὸ τοῦ χρῄζοντος τῶν | |
| συγγενῶν. ὅπως δὲ ἐπίσσοφός τε ἀπο- | |
| δειχθῇ, καὶ ὁ αἱρεθεὶς ἐγγράφει πάντα τὰ | |
| κατὰ τὸν νόμον, συναχθήτω σύλλογος | |
| 270 | ἐπὶ ἐφόρων τῶν σὺν Ἱμέρτωι μηνὸς Διοσ- |
| θύου δεκάται καὶ αἱρεθήτω ἐπίσσοφος· | |
| οὗτος δὲ ἐγγραφέτω τά τε κατὰ τὸν | |
| νόμον πάντα, προνοειθήτω δὲ καὶ ὅ- | |
| πως ὁ νόμος ἀναγραφῇ καὶ ἁ διαθήκα ἔς | |
| 275 | τε τὰν ὑπόβασιν τῶν ἀγαλμάτων τῶν |
| ἐν τῶι Μουσείωι, καὶ ἐς δέλτον ξυλογρα- | |
| φηθεῖ, κατασκευωθῇ δὲ καὶ γλωσσοκό- | |
| μον ἐς ὃ ἐμβαλοῦμες τὰ τοῦ κοινοῦ | |
| γράμματα· καὶ ὅπως αἱρεθεῖ ἀνὴρ γραμ- | |
| 280 | ματοφύλαξ, ὅστις παραλαβὼν διὰ λοι- |
| [π]οῦ παρὰ τοῦ ἐπισσόφου τὰν τε δέλτον | |
| ἔχουσαν τὸν νόμον καὶ τάν διαθήκαν ἐ- | |
| ξυλογραφημέναν καὶ τὸ γλωσσοκόμον | |
| καὶ τὰ ἐν αὐτῶι βυβλία φυλαξεῖ, ἐς ὅ κα | |
| 285 | δόξει τῶι κοινῶι, καὶ οἰσεῖ ἐπὶ τὸς συλ- |
| λόγος· εἰ δέ κα ἄλλον ἕληται τὸ κοινὸν | |
| γραμματοφύλακα, ἀποδωσεῖ τῶι αἱρε- | |
| θέντι μετ’ αὐτὸν ἐν συλλόγωι δι’ ἀπολόγου. |