[ ]
Thera — ca. 2nd c. BC — IG XII,3 Suppl. p. 282
1 | — — — — — — — — — — — — — — — — — — — |
θήσωντι τὰ [γεγ]ενημέν[α — — — — — — ἁιρη]- | |
μέ[νοι] λαβόντες τόδε τὸ ψάφισμα παρὰ τοῦ | |
γ[ρ]αμ[μ]ατ[έ]ος διαπεμ[ψ]άσθων Κνιδίων προστά- | |
5 | [τ]αις καὶ [τῶ]ι δά[μω]ι, [σφρα]γι[ξ]αμένων τῶν ταμι- |
ᾶν τᾶι [δαμ]ο[σ]ί[α]ι [σφ]ραγῖδι· ὁ δὲ κ[ο]μί[ζ]ων τὸ ψάφισμα | |
[τ]ὸ πα[ρ’ ἁμέ]ων πα[ρα]καλείτω Κνιδίος συγγε- | |
[ν]εῖ[ς] ὄντ[ας] καὶ φίλος καὶ εὔνο[υς] τοῦ δάμου | |
ἀνα[γ]ορ[ε]ῦσαι [τὸν στέ]φανον καὶ τὰ[ς] τιμὰς. | |
10 | [Δ]ιονυσίω[ν ἐ]ν τ[ῶ]ι πράτωι ἀγῶνι τῶι μουσικῶι |
[κ]αὶ ἀ[πο]δε[ῖξα]ι τόπ[ο]ν τὸν ἐπιταδειότατον | |
καὶ ἐπιφανέστατον ἐς ὃν ἀνατεθησεῦνται | |
[․․․․․․․․․ καὶ] ἀναγραφησεῦντ[α]ι <αἱ> δεδομέ- | |
[ν]αι τιμαὶ ὑπὸ Θηραίων Ἀ[νδ]ροθέ[μ]ι, ὅπω[ς ε]ἰδήσ[ω]- | |
15 | [ντι] οἱ Κνίδιοι ὅτι τὸς αὐτὸν εὐεργετεῦντας |
[κ]αὶ ἐ[ν] παντὶ [κ]αιρῶι ἀπόδειξιν ποιευμένος | |
τᾶ[ς] ποτ’ αὐτὸν εὐ[ν]οίας ἔω[θε] ὁ δᾶμος εὐεργε- | |
[τ]έν· ἀναγραψάντων [δ]ὲ καὶ οἱ ἔφοροι τόδε τὸ ψά- | |
φισμα ἐστάλαν λιθίναν καὶ θέντων ἐς τὸ | |
20 | ἱαρόν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· τὰ δ’ ἐς ταῦτ[α] |
ἀναλώματα δόντων οἱ ταμίαι ἀπὸ τᾶν θεσίων. |