[ ] Thera — ca. 2nd c. BC — IG XII,3 Suppl. p. 282
1 — — — — — — — — — — — — — — — — — — —
θήσωντι τὰ [γεγ]ενημέν[α — — — — — — ἁιρη]-
μέ[νοι] λαβόντες τόδε τὸ ψάφισμα παρὰ τοῦ
γ[ρ]αμ[μ]ατ[έ]ος διαπεμ[ψ]άσθων Κνιδίων προστά-
5 [τ]αις καὶ [τῶ]ι δά[μω]ι, [σφρα]γι[ξ]αμένων τῶν ταμι-
ᾶν τᾶι [δαμ]ο[σ][α]ι [σφ]ραγῖδι· ὁ δὲ κ[ο]μί[ζ]ων τὸ ψάφισμα
[τ]ὸ πα[ρ’ ἁμέ]ων πα[ρα]καλείτω Κνιδίος συγγε-
[ν]εῖ[ς] ὄντ[ας] καὶ φίλος καὶ εὔνο[υς] τοῦ δάμου
ἀνα[γ]ορ[ε]ῦσαι [τὸν στέ]φανον καὶ τὰ[ς] τιμὰς.
10 [Δ]ιονυσίω[ν ἐ]ν τ[ῶ]ι πράτωι ἀγῶνι τῶι μουσικῶι
[κ]αὶ ἀ[πο]δε[ῖξα]ι τόπ[ο]ν τὸν ἐπιταδειότατον
καὶ ἐπιφανέστατον ἐς ὃν ἀνατεθησεῦνται
[․․․․․․․․․ καὶ] ἀναγραφησεῦντ[α]ι <αἱ> δεδομέ-
[ν]αι τιμαὶ ὑπὸ Θηραίων Ἀ[νδ]ροθέ[μ]ι, ὅπω[ς ε]ἰδήσ[ω]-
15 [ντι] οἱ Κνίδιοι ὅτι τὸς αὐτὸν εὐεργετεῦντας
[κ]αὶ ἐ[ν] παντὶ [κ]αιρῶι ἀπόδειξιν ποιευμένος
τᾶ[ς] ποτ’ αὐτὸν εὐ[ν]οίας ἔω[θε] ὁ δᾶμος εὐεργε-
[τ]έν· ἀναγραψάντων [δ]ὲ καὶ οἱ ἔφοροι τόδε τὸ ψά-
φισμα ἐστάλαν λιθίναν καὶ θέντων ἐς τὸ
20 ἱαρόν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· τὰ δ’ ἐς ταῦτ[α]
ἀναλώματα δόντων οἱ ταμίαι ἀπὸ τᾶν θεσίων.
Search Help
Contact Us