[ ]
Anaphe — ca. end 3rd c. BC
[— — — — — — — — — — — — — — — — συντε]- | |
1 | [λεσ]θέν[τ]ο[ς δὲ τοῦ ναοῦ ἔστω δαμόσι]ος [κα]- |
θότι καὶ ὁ θεὸς ἔ[χρη]σε[ν· τᾶς] δ’ ἐπερωτάσ[ε]- | |
ως καὶ τοῦ χρησμοῦ ἀντίγραφά ἐστι τάδε. | |
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, ἀρχοντων Ξενο- | |
5 | μνάστου Ἀριστομάχου Σωσικλεῦς καὶ βουλᾶς γνώμα· |
ὑπὲρ τᾶς ἐφόδου ἇς ἐποιήσατο Τιμ[ό]θεος Σωσικ- | |
λεῦς, κατὰ δὲ ὑοθεσίαν Ἰσοπόλιος· ἀξιώσ<ας> αὐτῶι δοθῆ- | |
μεν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Ἀσγελάτα τό- | |
πον, ὥσ[τε ναὸ]ν Ἀφροδιτας οἰκοδομῆσαι ὕλ[α]ι καὶ λί- | |
10 | θοις καὶ χοῒ [χ]ρώμενος ἐκ τοῦ ἱεροῦ ὧν κα χρείαν ἔχηι |
ἐν τῶι τόπωι ἐν τᾶι αἱμασιᾷ ὁπεῖ ἁ ἐλαία ἁ ποτὶ τὸν | |
Εὐδώρειον οἶκον καὶ τὸν Μειδίλειον· τὸν δὲ τόπον, | |
[ὁ]πεῖ ὁ βωμὸς τοῦ Κτησίου καὶ τὸ ξοάνιον, τὸν τοῖχον | |
λύσαντα τὰν πάροδον ποιῆσαι ἐς τὸν ναὸν | |
15 | [τ]αύται, καὶ οἰκοδομηθέντος τοῦ τοίχου τὸν βωμὸν |
καὶ τὸ ξοάνιον καταστᾶσαι πάλιν ἐς τὸν τοῖ- | |
χον· τὰς δὲ στάλας τὰς οὔσας ἐν τῶι τοίχωι | |
καὶ τὸν(!) ἀπόρανθρον ὅσας μέν κα δυνατὸν ἦι | |
αὐτεῖ καταστᾶσαι· ὅσαις δέ [κα] μὴ ἦι τόπος ὁπεῖ κα | |
20 | δοκῆι χρήσιμον ἦμεν· συντελεσθέντος δὲ |
τοῦ ναοῦ ἦμεν δαμόσιον καθὰ καὶ ὁ θεὸς ἔχρησε. | |
τᾶς δὲ ἐπερωτάσιος καὶ τοῦ χρησμοῦ ἀντίγροφόν | |
ἐστι τὰ ὑπογεγραμμένα. | |
ἐπερωτᾶι Τιμόθεος [τὸ]ν θεὸν πότερον | |
25 | αὐτῶι λῶιον καὶ ἄμει[νό]ν ἐστιν αἰτήσασθαι |
τὰν πόλιν ἐν {τ}ὧι ἐπινοεῖ τόπωι, ἐν τῶι τοῦ | |
Ἀπόλλωνος τοῦ Ἀσγελάτα, ὥστε ναὸν τᾶς | |
Ἀφροδίτας οἰκοδ[ο]μῆσαι καὶ ἦμεν δαμόσιον, | |
ἢ ἐν τῶι ἱερῶι τοῦ Ἀ[σκ]λαπιοῦ ἐν ὧι ἐπινοεῖ | |
30 | τόπωι. ὁ θεὸς ἔχρησε αἰτήσασθ[α]ι ἐν τῶι το[ῦ] |
Ἀπόλλωνος· τελεσθέντος δὲ τοῦ ναοῦ ἀνα- | |
γραφῆμεν τό τε ψάφισμα καὶ τὸν χρησμὸν | |
καὶ τὰν ἔφοδον ἐστάλαν λιθίναν. περὶ δὴ | |
τούτων δεδόχθαι τᾶι βουλᾶι δεδόσθαι | |
35 | αὐτῶι καθάπερ αἰτεῖται, εἴ κα [δό]ξηι |
τᾶι ἐκκλησίαι. |