[ ] Anaphe — ca. end 3rd c. BC
[— — — — — — — — — — — — — — — — συντε]-
1 [λεσ]θέν[τ]ο[ς δὲ τοῦ ναοῦ ἔστω δαμόσι]ος [κα]-
θότι καὶ ὁ θεὸς ἔ[χρη]σε[ν· τᾶς] δ’ ἐπερωτάσ[ε]-
ως καὶ τοῦ χρησμοῦ ἀντίγραφά ἐστι τάδε.
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, ἀρχοντων Ξενο-
5 μνάστου Ἀριστομάχου Σωσικλεῦς καὶ βουλᾶς γνώμα·
ὑπὲρ τᾶς ἐφόδου ἇς ἐποιήσατο Τιμ[ό]θεος Σωσικ-
λεῦς, κατὰ δὲ ὑοθεσίαν Ἰσοπόλιος· ἀξιώσ<ας> αὐτῶι δοθῆ-
μεν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Ἀσγελάτα τό-
πον, ὥσ[τε ναὸ]ν Ἀφροδιτας οἰκοδομῆσαι ὕλ[α]ι καὶ λί-
10 θοις καὶ χοῒ [χ]ρώμενος ἐκ τοῦ ἱεροῦ ὧν κα χρείαν ἔχηι
ἐν τῶι τόπωι ἐν τᾶι αἱμασιᾷ ὁπεῖ ἁ ἐλαία ἁ ποτὶ τὸν
Εὐδώρειον οἶκον καὶ τὸν Μειδίλειον· τὸν δὲ τόπον,
[ὁ]πεῖ ὁ βωμὸς τοῦ Κτησίου καὶ τὸ ξοάνιον, τὸν τοῖχον
λύσαντα τὰν πάροδον ποιῆσαι ἐς τὸν ναὸν
15 [τ]αύται, καὶ οἰκοδομηθέντος τοῦ τοίχου τὸν βωμὸν
καὶ τὸ ξοάνιον καταστᾶσαι πάλιν ἐς τὸν τοῖ-
χον· τὰς δὲ στάλας τὰς οὔσας ἐν τῶι τοίχωι
καὶ τὸν(!) ἀπόρανθρον ὅσας μέν κα δυνατὸν ἦι
αὐτεῖ καταστᾶσαι· ὅσαις δέ [κα] μὴ ἦι τόπος ὁπεῖ κα
20 δοκῆι χρήσιμον ἦμεν· συντελεσθέντος δὲ
τοῦ ναοῦ ἦμεν δαμόσιον καθὰ καὶ ὁ θεὸς ἔχρησε.
τᾶς δὲ ἐπερωτάσιος καὶ τοῦ χρησμοῦ ἀντίγροφόν
ἐστι τὰ ὑπογεγραμμένα.
ἐπερωτᾶι Τιμόθεος [τὸ]ν θεὸν πότερον
25 αὐτῶι λῶιον καὶ ἄμει[νό]ν ἐστιν αἰτήσασθαι
τὰν πόλιν ἐν {τ}ὧι ἐπινοεῖ τόπωι, ἐν τῶι τοῦ
Ἀπόλλωνος τοῦ Ἀσγελάτα, ὥστε ναὸν τᾶς
Ἀφροδίτας οἰκοδ[ο]μῆσαι καὶ ἦμεν δαμόσιον,
ἢ ἐν τῶι ἱερῶι τοῦ Ἀ[σκ]λαπιοῦ ἐν ὧι ἐπινοεῖ
30 τόπωι. ὁ θεὸς ἔχρησε αἰτήσασθ[α]ι ἐν τῶι το[ῦ]
Ἀπόλλωνος· τελεσθέντος δὲ τοῦ ναοῦ ἀνα-
γραφῆμεν τό τε ψάφισμα καὶ τὸν χρησμὸν
καὶ τὰν ἔφοδον ἐστάλαν λιθίναν. περὶ δὴ
τούτων δεδόχθαι τᾶι βουλᾶι δεδόσθαι
35 αὐτῶι καθάπερ αἰτεῖται, εἴ κα [δό]ξηι
τᾶι ἐκκλησίαι.
Search Help
Contact Us