[ ]
Anaphe
1 | ἔδοξε τᾷ βουλᾷ τᾷ Ἀναφαίων καὶ |
τῷ δάμῳ, [γ]νώμαν ἀγορεύσαντος Πινδάρου | |
τοῦ Τελεσιγένους, θέσει δὲ Εὐβούλου, ἐπι- | |
ψηφιζομένου Ἀρχωνίδα τοῦ Κρατη- | |
5 | σίππου· ἐπεὶ τῶ<ν> μεγίστω<ν> θεῶν Σερά- |
πιος καὶ Ἴσιος καὶ τῶν ἄλλων τῶν | |
παρ’ αὐτοῖς ὁ ἱερεὺς Ἰάσων Ἰάσωνος | |
τὰν ποθεδρείαν καὶ τὰν ἐπιμέλειαν | |
ἀξίως [ἀ]εὶ τῶν θεῶν κατὰ πάντα | |
10 | καιρὸν φαίνεται ποιούμενος καὶ |
τὰς θυσίας καὶ τὰ ἱερὰ τοῖς δέουσι | |
χρόνοις ἐπιτελῶν, [ὡ]ς δόξαν ἦμεν | |
πᾶσιν ἁμὶν χαῖρεν ταῖς ὑπηρεσίαις | |
αὐτοῦ τὸς θεὸς καὶ ἁδέως ὑπ’ αὐτοῦ | |
15 | [γ]εραίρεσθαι, δεδόχθω ἐπαινῆσθαι |
μὲν τὸν Ἰάσωνα πανδαμεί, ἐπικε- | |
κυρῶσθαι δὲ αὐτῷ καὶ τὰ προάγοντα | |
ψαφίσματα πάντα, συνκεχωρῆσθαι | |
δὲ αὐτῷ καὶ εἰκόνα γραπτὰν ἀναθέμεν{αι}(!) | |
20 | αὑτοῦ ἐν τῷ τῶν θεῶν ναῷ ἐπιγραφὰν |
ἔχουσαν· ἁ βουλὰ καὶ ὁ δᾶμος Ἰάσωνα | |
τὸν εὐσεβέστατον ἱερέα τᾷ ἀναθέσει τᾶς | |
εἰκόνος ἐτίμασεν· ἔτι συνκεχωρήσ[θ]ω αὐτῷ | |
καὶ τοῦ ψαφίσματος τούτου ἀντίγραφον | |
25 | ὑποτάξαι τ[ᾷ] εἰκόνι ἐν τῷ ναῷ. |