[ ]
Astypalaea — (4th/)3rd c. BC
1 | τῶι ξένωι εἰπὲ πολῖτα, τίς ἔκτισε γυμνάδα τάνδε |
κράναν τε ἀέναον δένδρεά τε ὑψίκομα, | |
ὄφρα καὶ ὁ ξεῖνος Δαμάτριον Ἱππία υἱὸν | |
αἰνῆι ἐπ’ ἀλλοδαπῶν ἄστεα νισόμενος. | |
5 | οὗτος γὰρ ταῦτα εἷσε θεοῖς ἥρωσί τε κόσμον |
ἀθλοφόρου τέχνας ἀντιδιδοὺς χάριτα[ς(?)]. |