[ ]
Astypalaea — (4th/)3rd c. BC
| 1 | τῶι ξένωι εἰπὲ πολῖτα, τίς ἔκτισε γυμνάδα τάνδε |
| κράναν τε ἀέναον δένδρεά τε ὑψίκομα, | |
| ὄφρα καὶ ὁ ξεῖνος Δαμάτριον Ἱππία υἱὸν | |
| αἰνῆι ἐπ’ ἀλλοδαπῶν ἄστεα νισόμενος. | |
| 5 | οὗτος γὰρ ταῦτα εἷσε θεοῖς ἥρωσί τε κόσμον |
| ἀθλοφόρου τέχνας ἀντιδιδοὺς χάριτα[ς(?)]. |