[ ]
Astypalaea
[ἐπὶ δαμιεργοῦ {²τοῦ δεῖνος}² (?) ἔδο]- | |
1 | [ξ]ε τᾶι βουλᾶι καὶ τῶι δάμωι· Φίλ[αρχος Ἀρισ]- |
[τ]ο[κλ]εῦς ἐπεστάτει, γνώμα πρυ[τανίων]· | |
[ἐπε]ιδὴ Ἀρκεσίλας Μο<ι>ραγένευς αἱ[ρεθεὶς] | |
ἀγορανόμος ἐπεμελήθη τοῦ δάμου | |
5 | μετὰ πάσας φιλοτιμίας τῶν τε κατὰ |
[τ]ὰν ἀγορὰν πάντων ἐπιμελόμενος | |
[ὅ]πως ὡς εὐωνότατα καὶ δικαιότατα πωλῆ- | |
[τ]αι, καὶ σῖτον προωνεύμενος διετέλει | |
τῶι δάμωι· ἐπαινέσαι τε αὐτόν, ὅτι καλὸς | |
10 | καὶ ἀγαθὸς γεγένηται περὶ τὸν δᾶμον, |
καὶ διαψαφίξασθαι κατὰ τὸν νόμον, | |
ἠ δοκεῖ αὐτὸν στεφανῶσαι θαλλοῦ | |
στεφάνωι, {κ} αἰ δέ κα δόξει, τοὶ πρυτάν<ι>ε[ς τοὶ] | |
[πρυτανεύοντες μῆνα Ἰοβάκχιον στεφανω]- | |
15 | [σάντω αὐτὸν τοῖς Διονυσίοις ἐν τωι ἀγῶνι] |
τῶν τραγωιδῶν, <ὁ> δὲ κᾶρυξ ἀναγορε[υ]- | |
[σ]άτω ὅτι ὁ δᾶμος στεφανῶι Ἀρκεσίλαν | |
Μοιραγένευς ἀρετᾶς ἕνεκα καὶ εὐνοί- | |
ας [ἃν] ἐνεδείξατο ἐς τὸν δᾶμον | |
20 | ἀγορανομήσας καλῶς καὶ φιλοτίμως· |
ἐξέστω δὲ αὐτῶι καὶ ἀνάθημα ἀναθέμε[ν] | |
ὅπαι κα χρήι[ζ]ηι τᾶς ἀγορᾶς ἐ[πὶ] τᾶ<ς> στοιᾶ[ς] | |
τᾶς παρὰ τὸ πρυτανεῖον· τὸ δὲ ψάφισμα | |
τόδε ἀναγράψαι ἐς τὰν φλιὰν τοῦ ἀγοραν[ο]- | |
25 | μίου, ἄνδρα δὲ ἑλέσθαι ὅστις ἐπιμεληθη- |
[σ]εῖ τᾶς ἀναγραφᾶς· τὸ δὲ ἀνάλωμα [τοὶ] | |
ταμίαι δόντω. ἔδοξε στεφανῶν· [ἁι]ρέθη | |
ἀναγράψαι Φίλαρχος Ἀριστοκλεῦς. |