[ ] Astypalaea
1 ἔδοξε <τᾶι> βουλᾶι καὶ τῶι δάμωι, Ξ<ε>νο-
τέλης Φιλονίκου ἐπεστάτει, γνώμα{ι}
πρυτανίων· ἐπειδὴ Δ[α]μοτέλης Καλ-
λίππου αἱρεθεὶς ἀγορανόμος ἐπεμε-
5 λήθη τοῦ δάμου μετὰ πάσας φιλοτι-
μίας τῶν τε κατὰ τὰν ἀγορὰν πάντων
ἐπιμελόμενος, ὅπως ὡς εὐωνότατα
καὶ δικαιότατα πωλῆται, καὶ σῖτον διε-
τέλει προωνεύμενος τῶι δάμωι,
10 ἐπαινέσαι τε αὐτὸν καὶ διαψαφι-
[ξ]ασθαι τὰν βουλὰν καὶ τὰν ἐκλησίαν
κατὰ τὸν νόμον, ἠ δοκεῖ αὐτὸν στεφα-
νῶσαι θαλλοῦ στεφάνωι· αἰ δέ κα δό-
ξει, τοὶ πρυτάνιες τοὶ πρυτανεύον-
15 τες [μ]ῆνα Ἰοβάκχιον στεφανωσάν-
τω αὐτὸν τοῖς Διονυσίοις ἐν τῶι
ἀγῶνι τῶν τραγωιδ{ι}ῶν {²⁶τραγωιδῶν}²⁶· ὁ δὲ κᾶρυ[ξ]
ἀναγορευσάτω ὅτι ὁ δᾶμος στε-
φανῶι Δαμοτέλην Καλλίππου
20 ἀρετᾶς ἕνεκα καὶ φιλοτιμίας ἃν ἐνε-
δείξατο ἐς τὸν δᾶμον, ἀγορανο-
μήσαντα καλῶς καὶ φιλοτίμως· τωι
— — — — — — — — — — — — — — — — —
Search Help