[ ] Syme — 2nd c. BC
1 ὦ παρ’ ἐμὸν στείχων τοῦτ’ ἠρί[ον εἶπ]ον ὁδῖτα
  χαίρειν Εὐκλεῖος κοῦρον Ἀρισ[τ]όδαμον·
θνῄσκω δὲ ὀγδώκοντα καὶ ἓξ ἐσιδὼν λυκάβαντας
  καὶ παῖδας παίδων λείπω ὐπ’ ἠελίωι·
5 οὐκ ὄλβωι βριάοντας, ἀριζήλωι δ’ ἐπὶ δόξηι·
  οἷς εἴη ταὐτὸν τέρμα λαχεῖν βιότου.
Search Help
Contact Us