[ ]
Syme — 2nd c. BC
| 1 | ὦ παρ’ ἐμὸν στείχων τοῦτ’ ἠρί[ον εἶπ]ον ὁδῖτα |
| χαίρειν Εὐκλεῖος κοῦρον Ἀρισ[τ]όδαμον· | |
| θνῄσκω δὲ ὀγδώκοντα καὶ ἓξ ἐσιδὼν λυκάβαντας | |
| καὶ παῖδας παίδων λείπω ὐπ’ ἠελίωι· | |
| 5 | οὐκ ὄλβωι βριάοντας, ἀριζήλωι δ’ ἐπὶ δόξηι· |
| οἷς εἴη ταὐτὸν τέρμα λαχεῖν βιότου. |