[ ]
Syme — 2nd c. BC
1 | ὦ παρ’ ἐμὸν στείχων τοῦτ’ ἠρί[ον εἶπ]ον ὁδῖτα |
χαίρειν Εὐκλεῖος κοῦρον Ἀρισ[τ]όδαμον· | |
θνῄσκω δὲ ὀγδώκοντα καὶ ἓξ ἐσιδὼν λυκάβαντας | |
καὶ παῖδας παίδων λείπω ὐπ’ ἠελίωι· | |
5 | οὐκ ὄλβωι βριάοντας, ἀριζήλωι δ’ ἐπὶ δόξηι· |
οἷς εἴη ταὐτὸν τέρμα λαχεῖν βιότου. |