[ ]
Ionia — Miletos — after 150 BC? — Milet I 3, 152a
1 | [— — — — — — — — — — — — — ἐπαίνεσαι δὲ καὶ] |
[τὸν συνεξαποστάλεντα τῶι δικάσται γραμμάτεα] | |
[Ἀριστόξενον ἐπὶ τᾶι κὰτ τὰν γραμματεία]ν φιλο- | |
[π]ονία[ι καὶ στεφάν]ωσαι αὖτον θάλλωι(!) στεφάνωι· | |
5 | δέδοσθαι δὲ Ἀριστοξένωι καὶ πολιτείαν καὶ προξε- |
[ν]ίαν καὶ αὔτωι καὶ ἐκγόνοισι καὶ εἴσπλουν καὶ ἔ- | |
[κπλ]ουν καὶ πολέμου καὶ εἰρήνας ἀσύλει καὶ ἀσπόν- | |
[δει κα]ὶ ἔφοδον ἐπὶ τὰν βόλλαν καὶ τὸν δᾶμον πρώ- | |
[τωι μ]ετὰ τὰ ἴερα· τὰν δὲ ἀναγγελίαν τῶν στεφά- | |
10 | [νων π]οιήσασθαι τὸν ἀγωνοθέταν ἐν τοῖς πρώ- |
[τοισι Δ]ιονυσίοισι τῶι ἄγωνι τῶν παίδων· στεφά- | |
[νω]σ<θ>αι δὲ αὔτους καὶ εἰς τὸ λοῖπον ὐπὸ τῶν ἄει ἐ- | |
[σομ]ένων ἀγωνοθέταν· κάλεισθαι δὲ αὔτους καὶ | |
[εἰ]ς προεδρίαν ἐν πάντεσσι τοῖς ἀγώνεσσι, οἶσπερ | |
15 | ἀ πόλις συντελέηι· ἀπόδειξαι δὲ καὶ πρεσβεύταν, ὄστις |
ἀφικόμενος εἰς Μίλατον τό τε ψάφισμα τόδε ἀποδώσει | |
καὶ ἐπέλθων ἐπὶ τὰν βόλλαν καὶ τὸν δᾶμον | |
παρακαλέσσει Μιλασίοις τάν τε συγγένειαν καὶ φιλί- | |
αν καὶ εὔνοιαν συντηρέοντας ἐπὶ πλέον αὔξειν καὶ | |
20 | τὰν ἀναγόρευσιν τῶν προειρημένων στεφάνων ποιή- |
σασθαι καὶ παρ’ ἐαύτοισι καθ’ ἔκαστον ἔτος, καὶ τὸ ψά- | |
φισμα τοῦτο ἀναγράψαντας εἰς στάλαν λεύκωι(!) λίθω | |
ἀναθέμεναι εἰς τὸν ἐπιφανέστατον παρ’ ἐαύτοισι τόπον. | |
πρεσβεύτας ἀπεδείχθηι(!) Μέντωρ Μέντορος νεώ- | |
25 | τερος. |