[ ] Ionia — Miletos — after 150 BC? — Milet I 3, 152a
1 [— — — — — — — — — — — — — ἐπαίνεσαι δὲ καὶ]
[τὸν συνεξαποστάλεντα τῶι δικάσται γραμμάτεα]
[Ἀριστόξενον ἐπὶ τᾶι κὰτ τὰν γραμματεία]ν φιλο-
[π]ονία[ι καὶ στεφάν]ωσαι αὖτον θάλλωι(!) στεφάνωι·
5 δέδοσθαι δὲ Ἀριστοξένωι καὶ πολιτείαν καὶ προξε-
[ν]ίαν καὶ αὔτωι καὶ ἐκγόνοισι καὶ εἴσπλουν καὶ ἔ-
[κπλ]ουν καὶ πολέμου καὶ εἰρήνας ἀσύλει καὶ ἀσπόν-
[δει κα]ὶ ἔφοδον ἐπὶ τὰν βόλλαν καὶ τὸν δᾶμον πρώ-
[τωι μ]ετὰ τὰ ἴερα· τὰν δὲ ἀναγγελίαν τῶν στεφά-
10 [νων π]οιήσασθαι τὸν ἀγωνοθέταν ἐν τοῖς πρώ-
[τοισι Δ]ιονυσίοισι τῶι ἄγωνι τῶν παίδων· στεφά-
[νω]σ<θ>αι δὲ αὔτους καὶ εἰς τὸ λοῖπον ὐπὸ τῶν ἄει ἐ-
[σομ]ένων ἀγωνοθέταν· κάλεισθαι δὲ αὔτους καὶ
[εἰ]ς προεδρίαν ἐν πάντεσσι τοῖς ἀγώνεσσι, οἶσπερ
15 ἀ πόλις συντελέηι· ἀπόδειξαι δὲ καὶ πρεσβεύταν, ὄστις
φικόμενος εἰς Μίλατον τό τε ψάφισμα τόδε ἀποδώσει
καὶ ἐπέλθων     ἐπὶ τὰν βόλλαν καὶ τὸν δᾶμον
παρακαλέσσει Μιλασίοις τάν τε συγγένειαν καὶ φιλί-
αν καὶ εὔνοιαν συντηρέοντας ἐπὶ πλέον αὔξειν καὶ
20 τὰν ἀναγόρευσιν τῶν προειρημένων στεφάνων ποιή-
σασθαι καὶ παρ’ ἐαύτοισι καθ’ ἔκαστον ἔτος, καὶ τὸ ψά-
φισμα τοῦτο ἀναγράψαντας εἰς στάλαν λεύκωι(!) λίθω
ἀναθέμεναι εἰς τὸν ἐπιφανέστατον παρ’ ἐαύτοισι τόπον.
πρεσβεύτας ἀπεδείχθηι(!) Μέντωρ Μέντορος νεώ-
25 τερος.
Search Help
Contact Us