1 | — — — — — — — — — — μηδὲ [τ]οὶς |
[— — — — — — — — μή]δενι ἀποπέρασ- | |
[σαι πέραν τῶ Εὐρ]ίπω μηδὲ ὐποθέ- | |
[μεναι μηδ’ ἐγγύ]ασθαι μήδενι μηδὲ ὐπό- | |
5 | θεσθα[ι] μηδ’ εἴπην ἐμ βόλλα μηδὲ ἐν |
δάμω μήδενα ὡς δεῖ περιβάλεσθαι | |
τὰν θυσίαν, μηδὲ τὸ ἀργύριον εἰς ἄλλο | |
κατάταξαι μῆδεν· αἰ δὲ μή, ἄκυρα ἔμμεναι | |
τὰ πράχθεντα· ἐπαίνησαι δὲ Ἀγέμορτον | |
10 | Βακχίω ὄτι καὶ πρότερον ἄνηρ ἄγαθος ἔων |
διετέλειε περί τε τὰ ἶρα καὶ τὸν δᾶμον καὶ | |
πρυτανεύσαις ἐνεδείξατο τὰν εὔνοιαν | |
ἂν ἦχε περὶ τὰμ πόλιν καὶ τοὶς πολίταις, καὶ κά- | |
λεντον αὖτον καὶ ἐκγόνοις εἰς τὸ προτανήϊον | |
15 | ὄτα κε τὰν θυσίαν ταύταν ποιέωσι· δέδοσ- |
θαι δὲ αὔτω καὶ τὰν ἐπιγράφαν ἐπὶ τὸμ βῶμον | |
[κ]αθάπερ αἴτηται· τὸ δὲ ψάφισμα τοῦτο ἀνά- | |
γραψαι εἰς στάλλαις μαρμαρίναις καὶ | |
τὰμ μὲν θέμεναι ἐν τἀγόρα, τὰν δὲ εἰς τ[ὸ] | |
20 | Ἀθάναιον. |
IG XII,2
529