| 1 | — — — — — — — — — — μηδὲ [τ]οὶς |
| [— — — — — — — — μή]δενι ἀποπέρασ- | |
| [σαι πέραν τῶ Εὐρ]ίπω μηδὲ ὐποθέ- | |
| [μεναι μηδ’ ἐγγύ]ασθαι μήδενι μηδὲ ὐπό- | |
| 5 | θεσθα[ι] μηδ’ εἴπην ἐμ βόλλα μηδὲ ἐν |
| δάμω μήδενα ὡς δεῖ περιβάλεσθαι | |
| τὰν θυσίαν, μηδὲ τὸ ἀργύριον εἰς ἄλλο | |
| κατάταξαι μῆδεν· αἰ δὲ μή, ἄκυρα ἔμμεναι | |
| τὰ πράχθεντα· ἐπαίνησαι δὲ Ἀγέμορτον | |
| 10 | Βακχίω ὄτι καὶ πρότερον ἄνηρ ἄγαθος ἔων |
| διετέλειε περί τε τὰ ἶρα καὶ τὸν δᾶμον καὶ | |
| πρυτανεύσαις ἐνεδείξατο τὰν εὔνοιαν | |
| ἂν ἦχε περὶ τὰμ πόλιν καὶ τοὶς πολίταις, καὶ κά- | |
| λεντον αὖτον καὶ ἐκγόνοις εἰς τὸ προτανήϊον | |
| 15 | ὄτα κε τὰν θυσίαν ταύταν ποιέωσι· δέδοσ- |
| θαι δὲ αὔτω καὶ τὰν ἐπιγράφαν ἐπὶ τὸμ βῶμον | |
| [κ]αθάπερ αἴτηται· τὸ δὲ ψάφισμα τοῦτο ἀνά- | |
| γραψαι εἰς στάλλαις μαρμαρίναις καὶ | |
| τὰμ μὲν θέμεναι ἐν τἀγόρα, τὰν δὲ εἰς τ[ὸ] | |
| 20 | Ἀθάναιον. |
IG XII,2
529