[ ]
Lesbos — Methymna
1 | [ἀγαθὴ τύχη. ἐπὶ Κ]τησιφ[ῶν]τος το[ῦ Ἀ]ντικράτου |
[ἄρχοντος(?) τοῦ] κοινοῦ, ἔδοξεν τῶι κοινῶι τῆς φυλῆς | |
[τῆς Αἰολίδ]ος· ἐπειδὴ Ἀριστοφάνης Ἀριστοφῶν- | |
[τος δειχθ]εὶς φυλάρχης ἐπεμελήθη τῆς φυλῆς | |
5 | [φιλοδοσ]ίας καὶ χορηγίας οὐδὲν ἐνλείπων, |
[ἀποδει]κνύμενος τὴν εὔνοιαν ἣν ἔχει πρὸς | |
[τὸ κοι]νόν· ἵνα οὖγ καὶ ἡ φυλὴ φανερὰ γίνηται τιμῶσα | |
[τοὺ]ς φιλοδοξοῦντας εἰς αὐτήν, ἀγαθὴ τύχη ἐψη- | |
[φί]σθαι· στεφανοῦν Ἀριστοφάνην Ἀριστοφῶντος κα- | |
10 | [θ’] ἕκαστον ἐνιαυτὸν διὰ βίου τοῦ ἑαυτοῦ τοῦ Ἀπολ- |
[λ]ωνίου μηνὸς τῆι πέμπτηι πρὸς τῶι ἱερῶι τῆς Ἀθηνᾶ[ς], | |
ἀναγορεύοντος τοῦ κήρυκος "ἡ φυλὴ ἡ Αἰολὶς στεφανοῖ | |
[Ἀ]ριστοφάνην Ἀριστοφῶντος φυλαρχήσαντα ἀρετῆς ἕνε- | |
κεν καὶ εὐνοίας τῆς εἰς ἑαυτὴν στεφάνωι χρυσῶι τῶι | |
15 | [ἐ]κ τοῦ νόμου"· τοὺς δὲ ἐπιμηνίους τοὺς ἀεὶ γινομέ- |
νους παριστάναι αὐτῶ ἀπὸ τῶν μισθουμένων ἱερεί- | |
ων ἄρνα θηλεῖαν, τὸν δὲ θύειν τῆι Ἀθηνᾶ ὑπὲρ ὑγιείας | |
[κ]αὶ σωτηρία[ς] τῶν συμφυλετῶν· στεφανοῦν δὲ αὐτὸν | |
[τ]ῆι πέμπτηι καὶ ἐν τῆι συνόδωι μετὰ τὰς σπονδὰς | |
20 | ἀνακηρύσσοντος τοῦ κήρυκος "ἡ φυλὴ στεφανο[ῖ] |
Ἀριστο[φάνην] Ἀριστοφῶντος φυλαρχήσαν[τα φι]- | |
λοδοσίας ἕνεκεν τῆς εἰς αὐτὴν στεφάνωι [τῶι ἐννό]- | |
[μ]ωι, δι[μοιρ]ίαι [μη]λέαι"· στεφανοῦν δὲ αὐ[τὸν καὶ] | |
[ταῖς] ἄλ[λα]ις [ἡ]μέραις αἷς ἂν συνά[γηται τὸ κοινὸν] | |
25 | — — — — — — — — — — — — — — — — — — — — — — — — — — |