[ ]
Lesbos — Methymna
| 1 | [ἀγαθὴ τύχη. ἐπὶ Κ]τησιφ[ῶν]τος το[ῦ Ἀ]ντικράτου |
| [ἄρχοντος(?) τοῦ] κοινοῦ, ἔδοξεν τῶι κοινῶι τῆς φυλῆς | |
| [τῆς Αἰολίδ]ος· ἐπειδὴ Ἀριστοφάνης Ἀριστοφῶν- | |
| [τος δειχθ]εὶς φυλάρχης ἐπεμελήθη τῆς φυλῆς | |
| 5 | [φιλοδοσ]ίας καὶ χορηγίας οὐδὲν ἐνλείπων, |
| [ἀποδει]κνύμενος τὴν εὔνοιαν ἣν ἔχει πρὸς | |
| [τὸ κοι]νόν· ἵνα οὖγ καὶ ἡ φυλὴ φανερὰ γίνηται τιμῶσα | |
| [τοὺ]ς φιλοδοξοῦντας εἰς αὐτήν, ἀγαθὴ τύχη ἐψη- | |
| [φί]σθαι· στεφανοῦν Ἀριστοφάνην Ἀριστοφῶντος κα- | |
| 10 | [θ’] ἕκαστον ἐνιαυτὸν διὰ βίου τοῦ ἑαυτοῦ τοῦ Ἀπολ- |
| [λ]ωνίου μηνὸς τῆι πέμπτηι πρὸς τῶι ἱερῶι τῆς Ἀθηνᾶ[ς], | |
| ἀναγορεύοντος τοῦ κήρυκος "ἡ φυλὴ ἡ Αἰολὶς στεφανοῖ | |
| [Ἀ]ριστοφάνην Ἀριστοφῶντος φυλαρχήσαντα ἀρετῆς ἕνε- | |
| κεν καὶ εὐνοίας τῆς εἰς ἑαυτὴν στεφάνωι χρυσῶι τῶι | |
| 15 | [ἐ]κ τοῦ νόμου"· τοὺς δὲ ἐπιμηνίους τοὺς ἀεὶ γινομέ- |
| νους παριστάναι αὐτῶ ἀπὸ τῶν μισθουμένων ἱερεί- | |
| ων ἄρνα θηλεῖαν, τὸν δὲ θύειν τῆι Ἀθηνᾶ ὑπὲρ ὑγιείας | |
| [κ]αὶ σωτηρία[ς] τῶν συμφυλετῶν· στεφανοῦν δὲ αὐτὸν | |
| [τ]ῆι πέμπτηι καὶ ἐν τῆι συνόδωι μετὰ τὰς σπονδὰς | |
| 20 | ἀνακηρύσσοντος τοῦ κήρυκος "ἡ φυλὴ στεφανο[ῖ] |
| Ἀριστο[φάνην] Ἀριστοφῶντος φυλαρχήσαν[τα φι]- | |
| λοδοσίας ἕνεκεν τῆς εἰς αὐτὴν στεφάνωι [τῶι ἐννό]- | |
| [μ]ωι, δι[μοιρ]ίαι [μη]λέαι"· στεφανοῦν δὲ αὐ[τὸν καὶ] | |
| [ταῖς] ἄλ[λα]ις [ἡ]μέραις αἷς ἂν συνά[γηται τὸ κοινὸν] | |
| 25 | — — — — — — — — — — — — — — — — — — — — — — — — — — |