[ ] Lesbos — Mytilene — IG XII,Suppl. p. 18
See also:
1 σοὶ Πλα[τ]ανη[ὶς] ἀνῆκε κόρη Διὸς ὑδατόεσσα
  πηγὴ Νυμφάων, Ὄρφιτε, νᾶμα φίλον·
ἔνθα πάλαι βασιλῆες ἀπὸ πτολέμοιο καμόντες
  ἔγχεα καὶ κόρυ<θ>ας κάθθεσαν ἱππολόφους·
5 ἐξ οὗ δὴ Δορύκναμα τεὸς λάχεν οὔνομα χῶρος,
  χῶρος ἐλαιηρῇ τερπόμενος λιβάδι.
πάντα δέ σοι νῦν ταῦτα δι’ ἐργατίναις παλάμαισιν
  τρισσὸν ὑπὸλ λυκάβαν Γραμματικὸς τελέω.
Search Help
Contact Us