[ ] Lesbos — Mytilene
See also:
1 [σ]οὶ Πλα[τ]ανη[ίς] ἀνῆκε κόρη Διὸς ὑδατόεσσα
  πηγή<ν>, Νυμφάων Ὄρφιτε νᾶμα φίλον·
ἔνθα πάλαι βασιλῆες ἀπὸ πτολέμοιο καμόντες
  ἔγχεα καὶ κόρυ<θ>ας κάθθεσαν ἱππολόφους·
5 ἐξ οὗ δὴ Δορυκνᾶμα τέος λάχεν οὔνομα χῶρος,
  χῶρος ἐλαιηρῆ τερπόμενος λιβάδι.
πάντα δέ σοι νῦν ταῦτα διεργατίναις παλάμαισιν
  τρίσσον ὑπὸ λλυκάβαν Γραμματικὸς τελέω.
Search Help
Contact Us