[ ]
Lesbos — Mytilene
[— — — — — — — — — — — — — πρεσβεύταν] | |
1 | Πο. [Γα]λλίηνον Πολλίω[να πέμπ]ην καὶ ψάφισμα· δια- |
πέμπεσθαι δὲ κατ’ ἐνίαυτον ψάφισμα παρ τᾶς | |
βόλλας καὶ τῶ δάμω περὶ αὔτω τούτω πρὸς τοῖς ἀγ[ί]- | |
μονας ὄππως καὶ αὔτοις φανέραν πόημεν τὰν | |
5 | προαίρεσιν τᾶς πόλιος περὶ τῶν δαμοσίων πραγμ[ά]- |
των. αἰ δέ κέ τις παρ ταῦτα πόη ἔμμεναι αὖτον ὐπεύ- | |
θυνον καὶ ὀφέλλην αὖτον τᾶ θέα Ἀρτέμιδι εἴραις ἀρ- | |
γυρίω (δράχμαις) <⁴ΕϹΙ>⁴, αἲς καὶ ἐπάνανκες εἰσπράσσεσθαι ὐπὸ | |
τῶν στροτάγων· αἰ δέ κέ τις μὴ ἰσπράξηται, αὖτον | |
10 | ἀπότεισαι διπλόαις ταὶς ἀπὺ τῶ ψαφίσματος ἐπά- |
νω εἰρημέναις (δράχμαις) <⁴ΕϹΙ>⁴. τὸ δὲ ψάφ[ι]σμα τόδε ἔμμεν[αι] | |
ἐς ἄϊ ἐπὶ σαωτηρία καὶ φυλάκα καὶ ἀγάθα τύχα τᾶς | |
πόλιος· καὶ ἐνχαράχθην ἐς στάλλαν μαρμαρίναν | |
καὶ ἀνατέθην ἐν τῶ εἴρω τᾶς Ἀρτέμιδος τᾶς Θερ- | |
15 | μίας καὶ πρὸ τῶ εἴρω βολλευτηρίω. Δογματόγρα- |
φοι Γνάϊος Πομπήϊος Ῥοῦφος, Γάϊος | |
Ὄρφιος Πρ[όκλ]ος Ἰουλίανος, Λούκιος Γράττιο[ς]. |