[ ]
Lesbos — Mytilene
| [— — — — — — — — — — — — — πρεσβεύταν] | |
| 1 | Πο. [Γα]λλίηνον Πολλίω[να πέμπ]ην καὶ ψάφισμα· δια- |
| πέμπεσθαι δὲ κατ’ ἐνίαυτον ψάφισμα παρ τᾶς | |
| βόλλας καὶ τῶ δάμω περὶ αὔτω τούτω πρὸς τοῖς ἀγ[ί]- | |
| μονας ὄππως καὶ αὔτοις φανέραν πόημεν τὰν | |
| 5 | προαίρεσιν τᾶς πόλιος περὶ τῶν δαμοσίων πραγμ[ά]- |
| των. αἰ δέ κέ τις παρ ταῦτα πόη ἔμμεναι αὖτον ὐπεύ- | |
| θυνον καὶ ὀφέλλην αὖτον τᾶ θέα Ἀρτέμιδι εἴραις ἀρ- | |
| γυρίω (δράχμαις) <⁴ΕϹΙ>⁴, αἲς καὶ ἐπάνανκες εἰσπράσσεσθαι ὐπὸ | |
| τῶν στροτάγων· αἰ δέ κέ τις μὴ ἰσπράξηται, αὖτον | |
| 10 | ἀπότεισαι διπλόαις ταὶς ἀπὺ τῶ ψαφίσματος ἐπά- |
| νω εἰρημέναις (δράχμαις) <⁴ΕϹΙ>⁴. τὸ δὲ ψάφ[ι]σμα τόδε ἔμμεν[αι] | |
| ἐς ἄϊ ἐπὶ σαωτηρία καὶ φυλάκα καὶ ἀγάθα τύχα τᾶς | |
| πόλιος· καὶ ἐνχαράχθην ἐς στάλλαν μαρμαρίναν | |
| καὶ ἀνατέθην ἐν τῶ εἴρω τᾶς Ἀρτέμιδος τᾶς Θερ- | |
| 15 | μίας καὶ πρὸ τῶ εἴρω βολλευτηρίω. Δογματόγρα- |
| φοι Γνάϊος Πομπήϊος Ῥοῦφος, Γάϊος | |
| Ὄρφιος Πρ[όκλ]ος Ἰουλίανος, Λούκιος Γράττιο[ς]. |