| {²in corona:}² [ἀ βόλλα]. {²in corona:}² καὶ ὀ δᾶμος. | |
| 1 | [ἔγνω βόλλα· περ]ὶ ὦν Κλεοσθένης Κλεόφων- |
| [τος Ἀθάναος ἐπ]ὶ τὰν βόλλαν ἦλθε ἐμφανίσων | |
| [ὄτι πρεσβεύ]σαις εὐεργέτηκε καὶ κοίνα τὰμ π- | |
| [όλιν καὶ το]ὶς ἐντυχάνοντας τῶμ πολί- | |
| 5 | [ταν· δέδοχ]θαι τᾶι βόλλαι· ἐπειδὴ Κλεοσθ[έ]- |
| [νης Ἀθά]ναος διατέλει εὐνόως ἔχ[ων] | |
| [πρὸς τὸν δ]ᾶμον, ἐπαίνεσαί τε αὖτον ἀ[ρέτας] | |
| [ἔνεκα κα]ὶ εὐνοίας τᾶς εἰς τὸν δᾶμον, [καὶ] | |
| [στεφάνω]σαι ἐν τοῖς Διονυσίοισι χρυσί[ω στεφ]- | |
| 10 | [άνω τῶ] καττὸν νόμον, τοὶς δὲ βασίλε[ας ἀ]- |
| [νακάρ]υξαι ὄτι ὀ δᾶμος στεφάνοι Κλεο[σθέ]- | |
| [νην Κ]λεόφωντος Ἀθάναον ἀρέτας ἔνε[κα] | |
| [καὶ] εὐνοίας τᾶς εἰς αὖτον· ἐπιμέλεσθαι δὲ | |
| [αὔτ]ω καὶ εἰς τὸν ἄλλον χρόνον τὰν βόλλαν | |
| 15 | [καὶ] τὸν δᾶμον καὶ ταὶς ἄρχαις ἄϊ ταὶς κατισ- |
| [τα]μέναις, ὠς αἴ κέ τινος δεύηται τᾶς πόλιος | |
| [ἔσ]ται αὔτω πάντα καττὸ δύνατον· ὠς δὲ καὶ τ- | |
| [ιμάσε]ται Κλεοσθένης κατ’ ἀξίαν τοὶ στρότα- | |
| [γοι εἰσάγοντον κα]ὶ τῶ δάμω, τὸν δὲ δᾶμον βολλ- | |
| 20 | [εύεσθαι αἴ κε ἄγητα]ι συμφέρην· εἰς δὲ ἀμ[φ— —] |
| [— — — — — — — — — —γ]ην Κλεοσθένη[ν — — —] |
IG XII,2
18