[ ]
Delos — beg. 1st c. BC
1 | τίς τὰ πάλαι πιναρᾶι κεκαλυμμένα θήκατο <λ>άθαι |
φαιδρὰ Διοσκούρων ἐν προδόμοις ξόανα; | |
τίς δ’ ἐνὶ μακραίωνι χρόνωι πομποστόλον ἆμαρ | |
σιγαθὲν πινυταῖς αὖθις ἄγει πραπίσι; | |
5 | ἦ ῥα θυηπολίας ὁ λαχὼν γέρας ὃς δίχα μώμου |
ἰθύνει βιοτὰν πᾶσαν Ἀθηνόβιος. | |
τοίαδε χρὴ μακάρεσσι τελεῖν γέρα, καὶ τάχα τιμὰς | |
ἀθανάτων εὐρὼς οὔποτ’ ἐπισκιάσει. | |
ὧν χάριν εὐσεβίας ὄλβωι βρίθοντι γεγηθώς, | |
10 | σὺν τέκνοις λιπαροῦ γήραος ἀντιάσαις. |