[ ] Delos — beg. 1st c. BC
1 τίς τὰ πάλαι πιναρᾶι κεκαλυμμένα θήκατο <λ>άθαι
  φαιδρὰ Διοσκούρων ἐν προδόμοις ξόανα;
τίς δ’ ἐνὶ μακραίωνι χρόνωι πομποστόλον ἆμαρ
  σιγαθὲν πινυταῖς αὖθις ἄγει πραπίσι;
5 ἦ ῥα θυηπολίας ὁ λαχὼν γέρας ὃς δίχα μώμου
  ἰθύνει βιοτὰν πᾶσαν Ἀθηνόβιος.
τοίαδε χρὴ μακάρεσσι τελεῖν γέρα, καὶ τάχα τιμὰς
  ἀθανάτων εὐρὼς οὔποτ’ ἐπισκιάσει.
ὧν χάριν εὐσεβίας ὄλβωι βρίθοντι γεγηθώς,
10   σὺν τέκνοις λιπαροῦ γήραος ἀντιάσαις.
Search Help
Contact Us