[ ]
Delos
| I,A.1 | ἐπικαλοῦμαι καὶ ἀξιῶ τὸν θεὸν τὸν |
| ὕψιστον τὸν κύριον τῶν πνευμάτων | |
| καὶ πάσης σαρκός, ἐπὶ τοὺς δόλωι φονεύ- | |
| σαντας ἢ φαρμακεύσαντας τὴν τα- | |
| 5 | λαίπωρον ἄωρον Ἡράκλεαν, ἐχχέαν- |
| τας αὐτῆς τὸ ἀναίτιον αἷμα ἀδί- | |
| κως, ἵνα οὕτως γένηται τοῖς φονεύ- | |
| σασιν αὐτὴν ἢ φαρμακεύσασιν καὶ | |
| τοῖς τέκνοις αὐτῶν, Κύριε ὁ πάντα ἐ- | |
| 10 | φορῶν καὶ οἱ ἄνγελοι θεοῦ, ᾧ πᾶσα ψυ- |
| χὴ ἐν τῇ σήμερον ἡμέραι ταπεινοῦτα[ι] | |
| μεθ’ ἱκετείας ἵνα ἐγδικήσῃς τὸ αἷμα τὸ ἀ- | |
| ναίτιον ζητήσεις καὶ τὴν ταχίστην. | |
| I,B.1 | ἐπικαλοῦμαι καὶ ἀξιῶ |
| τὸν θεὸν τὸν ὕψιστον τὸν | |
| κύριον τῶν πνευμάτων | |
| καὶ πάσης σαρκός, ἐπὶ τοὺς | |
| 5 | δόλῳ φονεύσαντας ἢ φαρ- |
| μακεύσαντας τὴν ταλαί- | |
| πωρον ἄωρον Ἡράκλεα[ν], | |
| ἐχχέαντας αὐτῆς τὸ ἀν[αί]- | |
| τιον αἷμα ἀδίκως, ἵνα ο[ὕ]- | |
| 10 | τως γένηται τοῖς φονεύ- |
| σασιν αὐτὴν ἢ φαρμακεύσα- | |
| σιν καὶ τοῖς τέκνοις αὐτῶν, | |
| Κύριε ὁ πάντα ἐφορῶν καὶ | |
| οἱ ἄνγελοι θεοῦ, ᾧ πᾶσα ψυ- | |
| 15 | χὴ ἐν τῇ σήμερον ἡμέρᾳ |
| ταπεινοῦται μεθ’ ἱκεκετεί- | |
| ας ἵνα ἐγδικήσης τὸ α[ἷ]- | |
| [μ]α τὸ ἀναίτιον ζητή- | |
| σεις καὶ τὴν ταχίστην. | |
| II.1 | [ἐπικ]αλοῦ[μαι καὶ ἀξιῶ τὸν θεὸν τὸν ὕ]- |
| [ψ]ιστον [τὸν κύριον] τῶν [πνευμάτων] | |
| [κ]αὶ πάσ[ης σαρκὸ]ς ἐπὶ τοὺς δ[όλωι] | |
| φον[εύσαντα]ς ἢ φαρμακεύσαν- | |
| 5 | τα[ς τὴν ταλα]ίπωρον ἄωρον Μαρ- |
| θίν[ην, ἐγχέαν]τας αὐτῆς τὸ ἀναίτι- | |
| ον αἷμ[α ἀδίκω]ς, <ἵ>να οὕτως γένηται | |
| τοῖς φον[εύσα]σιν αὐτὴν ἢ φαρμακεύ- | |
| σασιν καὶ τοῖς τέκνοις αὐτῶν, Κύριε | |
| 10 | ὁ πάντα ἐ[φ]ορῶν καὶ οἱ ἄνγελοι θεοῦ, ὧι |
| πᾶσα ψυχὴ ἐν τῆι σήμερον ἡμέραι τα- | |
| πεινοῦται μεθ’ ἱκετείας ἵνα ἐκδικήσης | |
| τὸ αἷμα τὸ ἀναίτιον καὶ τὴν ταχίστην. |