[ ] Delos — 105-103 BC
1 Εὔτυχος Ἀπόλ̣[λ]ω̣ν<ί>ου Νυμφαΐτη[ς]
ὑπὲρ ἑαυτοῦ καὶ τοῦ υἱοῦ Εὐβόλου
καὶ ὑπὲρ τῶν πλοϊζομένων πάντων,
Διὶ Οὐρίωι, Σαράπιδι, Ἴσιδι, Ἀνούβιδι, Ἁρ-
5 φοκράτει θεοῖς συννάοις καὶ συμ-
βώμοις, ἐπὶ ἱερέως Θεομνήστου
τοῦ Θεογένου Κυδαθηναιέως,
ζακορεύοντος Νυσίου,
    χαριστήριον.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server