[ ]
Delos — 2nd c. BC?
1 | — — — — — — — — — — — — δικαιαπο — — |
— — — — — — — — — — —ς̣ ὑ̣π̣ά̣ρ̣χ̣ω̣ν ․․ | |
[— — — — — — — — — — ε]ὐφημίαν καὶ | |
․․․․․․․․ προε̣[κλ?]ήθη καὶ αὐτὸς | |
5 | [χαρί]σ̣ασθαι κα[ὶ ἐ]πιδοῦναι κατὰ |
τὸν αὐτὸν τρόπον ε̣ὐ̣σεβὲς ἅμα καὶ με- | |
γαλόψυχον ὑπόδειγμα καὶ τοῖς ἄλ- | |
λοις τοῖς ἐπ’ ἀλλοδημίας καταβαλ- | |
λόμενος· διὸ καλῶς ἔχον ἐστὶν κ[αὶ] | |
10 | δίκαιον μεταλαβεῖν αὐτὸν ἐν τῶι |
μέρει τῶν ἁρμοζουσῶν τιμῶν· | |
vac. | |
ἀγαθῆι τύχηι· δεδόχθαι ἐπαινέσαι τε | |
ἀμφοτέρους αὐτοὺς καὶ στεφανῶ- | |
σαι ἑκάτερον αὐτῶν χρυσῶι στεφάνω<ι> | |
15 | καὶ εἰκόνι χαλκῆ<ι> κα[ὶ] ἀναθεῖναι οὗ ἂν προ- |
[α]ιρῶνται· προσλάβεσθαί τε αὐτοὺς εἰς | |
τὴν σύνοδον ἄνευ τοῦ καθήκοντος εἰσο- | |
δίου, κλισίαν ἔχ[ον]τας ἔντιμον, ἀλειτουρ- | |
[γήτ]ους ὄντας πάσης λειτουργίας καὶ καθ’ ἑ- | |
20 | κάστην πόσιν στεφανοῦσθαι ἀμφοτέρους |
ἐν τῶι κοινῶι μετὰ ἀναγορεύσεως· ἄγεσθαι | |
δὲ αὐτῶν κατ’ ἐνιαυτὸν ἡμέραν τὴν <ι>ηʹ τοῦ Με- | |
χεὶρ εἰς ἣν καὶ δίδοσθαι ἱεροποικ[ὸν] ἐκ τοῦ κ[οι]- | |
νοῦ ἀργυρίου #⁵⁶ νʹ· π[ε]μφθῆ[ναι δὲ τοῦ ψηφίσμα]- | |
25 | τος τούτου τὸ ἀντίγρ̣[αφον καὶ εἰς τὴν πατρί]- |
δα καὶ τῶι κοινῶι τῶι [ἐν — — — — — — — τῶν ἡμε]- | |
τέρων πολιτῶν καὶ αὐτὸ [ἀναγραφῆναι ὅπως οἱ] | |
λοιποὶ θεωροῦντες τὴν μ̣[ερι]ζομένην ἀείμνη- | |
στον τιμὴν τοῖς ἀγαθοῖς ἀνδράσιν ζηλωταὶ | |
30 | τῶν παραπλη̣[σί]ω̣ν γίνωνται καὶ αὐτοὶ δὲ |
πολὺ προθ[υμ]ότερον ἐπαύξωσιν τὸ ἱερόν, | |
γνωρ[ίσαντε]ς τὴν τῆς συνόδου σπουδὴν πρὸς | |
[ἀντάμ]ε̣ι̣ψιν χάριτος· τὸ δὲ ἐσόμενον εἰς τοὺς | |
[στεφά]νους καὶ τὰς εἰκόνας ἀνήλωμα δοθῆ- | |
35 | [ναι ἐ]κ τῶν κοινῶν χρημάτων. |