[ ]
Delos — 2nd c. BC?
| 1 | — — — — — — — — — — — — δικαιαπο — — |
| — — — — — — — — — — —ς̣ ὑ̣π̣ά̣ρ̣χ̣ω̣ν ․․ | |
| [— — — — — — — — — — ε]ὐφημίαν καὶ | |
| ․․․․․․․․ προε̣[κλ?]ήθη καὶ αὐτὸς | |
| 5 | [χαρί]σ̣ασθαι κα[ὶ ἐ]πιδοῦναι κατὰ |
| τὸν αὐτὸν τρόπον ε̣ὐ̣σεβὲς ἅμα καὶ με- | |
| γαλόψυχον ὑπόδειγμα καὶ τοῖς ἄλ- | |
| λοις τοῖς ἐπ’ ἀλλοδημίας καταβαλ- | |
| λόμενος· διὸ καλῶς ἔχον ἐστὶν κ[αὶ] | |
| 10 | δίκαιον μεταλαβεῖν αὐτὸν ἐν τῶι |
| μέρει τῶν ἁρμοζουσῶν τιμῶν· | |
| vac. | |
| ἀγαθῆι τύχηι· δεδόχθαι ἐπαινέσαι τε | |
| ἀμφοτέρους αὐτοὺς καὶ στεφανῶ- | |
| σαι ἑκάτερον αὐτῶν χρυσῶι στεφάνω<ι> | |
| 15 | καὶ εἰκόνι χαλκῆ<ι> κα[ὶ] ἀναθεῖναι οὗ ἂν προ- |
| [α]ιρῶνται· προσλάβεσθαί τε αὐτοὺς εἰς | |
| τὴν σύνοδον ἄνευ τοῦ καθήκοντος εἰσο- | |
| δίου, κλισίαν ἔχ[ον]τας ἔντιμον, ἀλειτουρ- | |
| [γήτ]ους ὄντας πάσης λειτουργίας καὶ καθ’ ἑ- | |
| 20 | κάστην πόσιν στεφανοῦσθαι ἀμφοτέρους |
| ἐν τῶι κοινῶι μετὰ ἀναγορεύσεως· ἄγεσθαι | |
| δὲ αὐτῶν κατ’ ἐνιαυτὸν ἡμέραν τὴν <ι>ηʹ τοῦ Με- | |
| χεὶρ εἰς ἣν καὶ δίδοσθαι ἱεροποικ[ὸν] ἐκ τοῦ κ[οι]- | |
| νοῦ ἀργυρίου #⁵⁶ νʹ· π[ε]μφθῆ[ναι δὲ τοῦ ψηφίσμα]- | |
| 25 | τος τούτου τὸ ἀντίγρ̣[αφον καὶ εἰς τὴν πατρί]- |
| δα καὶ τῶι κοινῶι τῶι [ἐν — — — — — — — τῶν ἡμε]- | |
| τέρων πολιτῶν καὶ αὐτὸ [ἀναγραφῆναι ὅπως οἱ] | |
| λοιποὶ θεωροῦντες τὴν μ̣[ερι]ζομένην ἀείμνη- | |
| στον τιμὴν τοῖς ἀγαθοῖς ἀνδράσιν ζηλωταὶ | |
| 30 | τῶν παραπλη̣[σί]ω̣ν γίνωνται καὶ αὐτοὶ δὲ |
| πολὺ προθ[υμ]ότερον ἐπαύξωσιν τὸ ἱερόν, | |
| γνωρ[ίσαντε]ς τὴν τῆς συνόδου σπουδὴν πρὸς | |
| [ἀντάμ]ε̣ι̣ψιν χάριτος· τὸ δὲ ἐσόμενον εἰς τοὺς | |
| [στεφά]νους καὶ τὰς εἰκόνας ἀνήλωμα δοθῆ- | |
| 35 | [ναι ἐ]κ τῶν κοινῶν χρημάτων. |