[ ] Delos — 2nd c. BC?
1 — — — — — — — — — — — — δικαιαπο — —
— — — — — — — — — — —ς̣ ὑ̣π̣ά̣ρ̣χ̣ω̣ν ․․
[— — — — — — — — — — ε]ὐφημίαν καὶ
․․․․․․․․ προε̣[κλ?]ήθη καὶ αὐτὸς
5 [χαρί]σ̣ασθαι κα[ὶ ἐ]πιδοῦναι κατὰ
τὸν αὐτὸν τρόπον ε̣ὐ̣σεβὲς ἅμα καὶ με-
γαλόψυχον ὑπόδειγμα καὶ τοῖς ἄλ-
λοις τοῖς ἐπ’ ἀλλοδημίας καταβαλ-
λόμενος· διὸ καλῶς ἔχον ἐστὶν κ[αὶ]
10 δίκαιον μεταλαβεῖν αὐτὸν ἐν τῶι
μέρει τῶν ἁρμοζουσῶν τιμῶν·
              vac.
ἀγαθῆι τύχηι· δεδόχθαι ἐπαινέσαι τε
ἀμφοτέρους αὐτοὺς καὶ στεφανῶ-
σαι ἑκάτερον αὐτῶν χρυσῶι στεφάνω<ι>
15 καὶ εἰκόνι χαλκῆ<ι> κα[ὶ] ἀναθεῖναι οὗ ἂν προ-
[α]ιρῶνται· προσλάβεσθαί τε αὐτοὺς εἰς
τὴν σύνοδον ἄνευ τοῦ καθήκοντος εἰσο-
δίου, κλισίαν ἔχ[ον]τας ἔντιμον, ἀλειτουρ-
[γήτ]ους ὄντας πάσης λειτουργίας καὶ καθ’ ἑ-
20 κάστην πόσιν στεφανοῦσθαι ἀμφοτέρους
ἐν τῶι κοινῶι μετὰ ἀναγορεύσεως· ἄγεσθαι
δὲ αὐτῶν κατ’ ἐνιαυτὸν ἡμέραν τὴν <ι>ηʹ τοῦ Με-
χεὶρ εἰς ἣν καὶ δίδοσθαι ἱεροποικ[ὸν] ἐκ τοῦ κ[οι]-
νοῦ ἀργυρίου #⁵⁶ νʹ· π[ε]μφθῆ[ναι δὲ τοῦ ψηφίσμα]-
25 τος τούτου τὸ ἀντίγρ̣[αφον καὶ εἰς τὴν πατρί]-
δα καὶ τῶι κοινῶι τῶι [ἐν — — — — — — — τῶν ἡμε]-
τέρων πολιτῶν καὶ αὐτὸ [ἀναγραφῆναι ὅπως οἱ]
λοιποὶ θεωροῦντες τὴν μ̣[ερι]ζομένην ἀείμνη-
στον τιμὴν τοῖς ἀγαθοῖς ἀνδράσιν ζηλωταὶ
30 τῶν παραπλη̣[σί]ω̣ν γίνωνται καὶ αὐτοὶ δὲ
πολὺ προθ[υμ]ότερον ἐπαύξωσιν τὸ ἱερόν,
γνωρ[ίσαντε]ς τὴν τῆς συνόδου σπουδὴν πρὸς
[A)NTA/M]E?I?YIN XA/RITOS: TO\ DE\ E)SO/MENON EI)S TOU\S
[στεφά]νους καὶ τὰς εἰκόνας ἀνήλωμα δοθῆ-
35 [ναι ἐ]κ τῶν κοινῶν χρημάτων.
Search Help