frg. a.1 | [θε]ο[ί]. |
[ἐπὶ Τυχάνδρου ἄρχοντ]ος, ἐπὶ τῆς Οἰνεΐδο̣ς ἐνάτης {π} | |
[πρυτανείας ἧι Σωσιγέ]ν̣ης Μενεκράτου Μαραθώνιος ἐγραμ- | |
[μάτευεν, Ἐλαφηβολιῶνο]ς τετράδι ἱσταμένου, ἐνάτει καὶ | |
5 | [δεκάτει τῆς πρυτανεί]ας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· |
[ vac.? τῶν προέδρων] ἐπεψήφισεν Ἀκταῖος Σίμωνος Ἀ- | |
[θμονεὺς καὶ συμπρόεδροι· ἔ]δοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
— — — — — — — — — — — — — — ν εἶπεν· ἐπειδὴ τῶν προγόνων τ[οῦ] | |
[βασιλέως Φαρνάκου φίλων] ὑπαρχόντων τοῦ δήμου τοῦ Ἀ[θηναί]- | |
10 | [ων — — — — — — — — — — — —]ι τὰ προγεγονότα φιλ̣[άνθρωπα — —] |
— — — — — — — — — — — — — — ν τε τὸν βασιλέα Ι — — — — — — — | |
[— — — — — — — — — — — — ψήφ]ισμα ἀπο[δοῦναι — — — — — — — ] | |
—ΜΒ— | |
several lines apparently missing | |
frg. b.1 | [οὐ μόνον πάντα τὰ καθυστεροῦντα χρήματα ἐ]πηγγείλατο [ἀποδώ]- |
[σειν, ἀλλὰ τὸ μὲν τρίτον μέρος? παραχρ]ῆμα, ἔδωκεν τοῖς πρεσβευταῖς, | |
[τὰ δὲ λοιπὰ κατ’] ὀλίγον ωἰήθη δεῖν παραλαμβάνειν, καὶ πάλιν τ[ὰ] | |
[γενόμενα? το]ῖς ἐλθοῦσιν συνέθηκεν καίπερ οὐκ εὐκαιρῶν, ἀλλὰ | |
5 | [καὶ το]ὺς ἄλλους παρηιτημένος διὰ τὸ μήπω καθεστηκέναι τὰ πρά- |
[γμ]ατα, ἐπήγγελται δὲ καὶ εἰς τὸ λοιπὸν ἐξαποστελεῖν κατὰ τὰ ὡμο- | |
λογημένα πρότερον· ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόν- | |
τας προέδρους ε[ἰς τὴν] ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού- | |
των, γνώμην δὲ [ξυμβάλ]λεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ | |
10 | τεῖ βουλεῖ· ἐπαιν[έσαι μὲν] τὸν βασιλέα Φαρνάκην καὶ στεφανῶσαι χρυ- |
σῶι στεφάνωι ἀρισ[τε]ίωι κατὰ τὸν νόμον καὶ ἀνειπεῖν τὸν στέφα- | |
νον τοῦτον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν τῶι καινῶι ἀγῶνι | |
καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς | |
ἀγῶσιν· ἐπεὶ δὲ καὶ προσήγγελται τὴν βασίλισσαν Νῦσαν βασιλέ- | |
15 | ως Ἀντιόχου θυγατέρα συνωικηκέναι τῶι βασιλεῖ Φαρνάκει̣, καθῆκον |
δ’ ἐστὶν Ἀθηναίοις μεμνημένους ἐπ’ ἀγαθῶι καὶ τιμῶντας φαίνεσθαι | |
τοὺς εὐεργέτας τοῦ δήμου καὶ τοὺς ἐξ εὐεργετῶν γεγονότας· ἐπαινέσαι | |
τὴν βασίλισσαν Νῦσαν βασιλέως Ἀντιόχου καὶ βασιλίσσης Λαοδί- | |
κης καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον καὶ ἀναγορεῦ- | |
20 | σαι καὶ τοῦτον τὸν στέφανον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν |
τῶι καινῶι ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων | |
τοῖς γυμνικοῖς ἀγῶσιν· στῆσαι δὲ τοῦ βασιλέως Φαρνάκου καὶ τῆς βα- | |
σιλίσσης Νύσης ἑκατέρου εἰκόνα χαλκῆν καὶ ἀναθεῖναι ἐν Δή- | |
λωι· τῆς δὲ ἀναγορεύσεως τῶν στεφάνων καὶ τῶν εἰκόνων ἐπιμελη- | |
25 | θῆναι τοὺς στρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιωτικῶν· χειρο- |
τονῆσαι δὲ τὸν δῆμον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, οἵτι- | |
νες ἐπιμελήσονται τῆς κατασκευῆς καὶ τῆς ἀναθέσεως τῶν εἰκό- | |
νων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτα- | |
νείαν ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὰς εἰκόνας· εἰς δὲ τὴν ἀ[να]- | |
30 | γραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στήλης τὸ γενόμενον ἀνάλωμα μ[ερίσαι] |
τὸν ταμίαν τῶν στρατιωτικῶν· ὅπως δ’ ἂν καὶ νῦν καθήκοντος τοῦ καιροῦ | |
πενφθεῖ ὁ ἀποκομιῶν τὰ ἐπιβάλλοντα δοθῆναι ἀκολούθως τεῖ [τ]οῦ βασιλέ- | |
ως αἱρέσει καὶ τοῖς γεγονόσιν ὑπ’ αὐτοῦ προστάγμασιν, χειροτονῆσαι | |
τὸν δῆμον ἤδη ἕνα ἄνδρα ἐξ Ἀθηναίων ἁπάντων ὅστις ἀφικόμενος | |
35 | πρὸς τὸν βασιλέα Φαρνάκην τό τε ψήφισμα ἀποδώσει καὶ προσαγορεύσει |
[καὶ] αὐτὸν καὶ τὴν βασίλισσαν ὑπὲρ τοῦ δήμου καὶ, ἐὰν ἐν δυνατῶι εἶ, πα[ρα]- | |
[λ]ήψεται τὰ γινόμενα μέρη τῶι ἐνιαυτῶι· ἀναγγέλλειν δὲ τῶι βασιλεῖ τὸν κ[ε]- | |
[χ]ειροτονημένον ὅτι ὁ δῆμ[ος π]ειράσεται μηθενὸς καταδεέστερον πρ[ο]- | |
[άγ]εσθαι τ[ῶ]ν ἄλλων [βασι]λέων, ἀλλὰ πάντα τὰ πρὸς δόξαν καὶ μνήμην | |
40 | [αὐτῶι ἀνήκο]ντα συνκατασκευάσει καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις |
[τῆς πό]λεως· τῶι δὲ χειροτονηθέντι ἀνδρὶ μερίσαι τὸ ἐφόδιον τὸν ταμίαν | |
[τῶ]ν στρατιωτικῶν. ὁ ἀποδημήσων πρὸς τὸν βασιλέα Φαρνάκην κατὰ τὸ ψή- | |
[φι]σμα κεχειροτόνηται Φιλόξενος Πειραιεύς· οἱ ἐπιμελησόμενοι τῆς κατα- | |
[σκ]ευῆς καὶ τῆς ἀναθέσεως τῶν εἰκόνων κατὰ τὸ ψήφισμα οἵδε κεχειροτόνην- | |
45 | ται· Λέων Αἰξωνεύς, Φιλόξενος Πειραιεύς, Διονύσιος ἐγ Μυρρινούττης. |
cr 1.46 | ἡ βουλή, ὁ δῆμ̣ος |
τὸν βασιλέα | |
Φαρνάκην. | |
cr 2.46 | ἡ βουλή, ὁ δῆμος |
τὴν βασίλισσαν | |
Νῦσαν. |
ID
1497bis