[ ]
Delos — 165/4 BC
| 1 | ἐπὶ Πέλοπος ἄρχοντος, Γαμη- |
| λιῶνος ἕκτει μετ’ εἰκάδας, | |
| ἐκκλησία κυρία ἐν τῶι ἐκκλη- | |
| σιαστηρίωι, Ἀγαθοκλῆς Ἀπολλο- | |
| 5 | δώρου Παιανιεὺς εἶπεν· ἐπειδὴ |
| Ἀμφικλῆς, μουσικὸς καὶ μελῶν | |
| ποητής, ἀκροάσεις καὶ πλείους | |
| ἐποήσατο καὶ προσόδιον γράψας | |
| ἐμμελὲς εἰς τὴν πόλιν τούς τε | |
| 10 | θεοὺς τοὺς τὴν νῆσον κατέχοντας |
| καὶ τὸν δῆμον τὸν Ἀθηναίων | |
| ὕμνησεν, ἐδίδαξεν δὲ καὶ τοὺς τῶν | |
| πολιτῶν παῖδας πρὸς λύραν τὸ | |
| μέλος ἄιδειν, ἀξίως τῆς τε τῶν θεῶν | |
| 15 | τιμῆς καὶ τοῦ Ἀθηναίων δήμου, |
| ἐπαγγέλλεται δὲ καὶ εἰς τὸ λοιπὸν | |
| εὔχρηστον ἑαυτὸν παρασκευάζ[ειν] | |
| καθότι ἂν ἦι δυνατός· ὅπως οὖν καὶ ἡ | |
| βουλὴ καὶ ὁ δῆμος ὁ Ἀθηναίων τῶν | |
| 20 | ἐν Δήλωι κατοικούντων φαίνωνται |
| τιμῶντες τοὺς ἀξίους· ἀγαθεῖ τύχει· | |
| δεδόχθαι τεῖ βουλεῖ τοὺ[ς λαχόντας] | |
| προέδρους εἰς τὴν ἐ[πι]οῦσαν ἐκκλη[σί]α[ν] | |
| [χρηματίσ]αι περὶ τούτων, γνώμην δὲ | |
| 25 | [ξ]υμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν |
| δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι | |
| τε Ἀμφικλῆν Φιλοξένου Ῥηναέα ἐπί | |
| τε τεῖ εἰς τοὺς θεοὺς εὐσεβείαι | |
| καὶ τεῖ εἰς τὸν δῆμον τὸν Ἀθηναίων | |
| 30 | εὐνοίαι καὶ στεφανῶσαι αὐτὸν δάφνης |
| στεφάνωι· ἀποστεῖλαι δ’ αὐτῶι καὶ | |
| ξένιον· καλέσαι δὲ αὐτὸν καὶ εἰς τὸ | |
| πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν· | |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
| 35 | εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν |
| τῶι ἱερῶι τῆς Ἀρτέμιδος. |