[ ]
Delos — ca. 230-220 — Syll(3) 493b
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Παρμε[ν]ίων Πολυβούλου |
| [ε]ἶπεν· δοῦναι τόπον ἐν τῶι ἱερῶι Ἱστιαέσιν {²⁶Ἱστιαιεῦσιν}²⁶ [ὃν] αἰτοῦνται | |
| [ἀ]νὰ μέσον τῶν εἰκόνων τῆς τε Ὀφελλ̣[— — καὶ —]ικ̣ίδ̣ιος | |
| [ὥ]στε ἀναθεῖναι στήλην ἐν ἧι εἰσι ἀνα[γεγραμμέ]ναι | |
| 5 | αἱ τιμαὶ <αἱ> δεδομέναι Ἀθηνοδώρωι ὑπὸ Ἱστιαιέων· Θεοφᾶς |
| Κλεοσθένου ἐπεψήφισεν. |