[ ]
Delos — ca. 230-220 — Syll(3) 493b
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Παρμε[ν]ίων Πολυβούλου |
[ε]ἶπεν· δοῦναι τόπον ἐν τῶι ἱερῶι Ἱστιαέσιν {²⁶Ἱστιαιεῦσιν}²⁶ [ὃν] αἰτοῦνται | |
[ἀ]νὰ μέσον τῶν εἰκόνων τῆς τε Ὀφελλ̣[— — καὶ —]ικ̣ίδ̣ιος | |
[ὥ]στε ἀναθεῖναι στήλην ἐν ἧι εἰσι ἀνα[γεγραμμέ]ναι | |
5 | αἱ τιμαὶ <αἱ> δεδομέναι Ἀθηνοδώρωι ὑπὸ Ἱστιαιέων· Θεοφᾶς |
Κλεοσθένου ἐπεψήφισεν. |