[ ]
Delos — beg. 2nd c. BC
| 1 | [— — πρόξενον καὶ εὐεργέτην τοῦ] |
| [δήμου] τοῦ Δηλίων καὶ εἶνα[ι αὐ]- | |
| [τ]ῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ | |
| αὐτῶι καὶ ἐκγόνοις· ὑπάρχειν δὲ αὐ- | |
| 5 | τῶι καὶ τἄλλα πάντα ὅσα δέδοται |
| καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐ- | |
| εργέταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· | |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
| τὴν μὲν βουλὴν εἰς τὸ βουλευ- | |
| 10 | τήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς |
| τὸ ἱερόν· Τληπόλεμος Ἄμνου | |
| ἐπεψήφισεν. |