[ ]
Delos — beg. 2nd c. BC
corona laurea | |
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τη- |
λέμνηστος Ἀριστείδου εἶπεν· ἐ- | |
[π]ειδὴ Χαιρέας Λυσανίου Μακεδὼν ἀνὴρ | |
ἀγαθὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν | |
5 | καὶ τὸν δῆμον <τὸν> Δηλίων καὶ χρείας |
παρέχεται καὶ κοινεῖ καὶ ἰδίαι τοῖς | |
[ἐ]ντυγχάν[ουσ]ιν αὐτῶι τῶν πολι- | |
τῶν· περὶ δὴ τούτων δεδόχθαι τεῖ | |
βουλεῖ καὶ τῶι δήμωι· ἐπαινέσαι τε | |
10 | αὐτὸν καὶ στεφανῶσαι τῶι ἱερῶι |
στεφάνωι τοῖς Ἀπολλωνίοις ἐν τῶι | |
θεάτρωι, ὅταν οἱ χοροὶ τῶν παίδων ἀ- | |
γωνίζωνται, καὶ ὁ ἱεροκῆρυξ ἀναγο- | |
[ρ]ευσάτω τόδε τὸ κήρυγμα· στε- | |
15 | φανοῖ ὁ δῆμος ὁ Δηλίων Χαιρέαν Λ[υ]- |
σανίου Μακεδόνα ἀρετῆς ἕνεκεν καὶ | |
εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ | |
εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν | |
Δηλίων· Ἀριστόβουλος Εὐρυμαχί- | |
20 | δου ἐπεψήφισεν. |