[ ] Delos — beg. 2nd c. BC
1 [ἔ]δ̣οξεν τῆι βουλῆι καὶ τῶι δήμω̣[ι]·
[Τη]λέμνηστος Ἀριστείδου εἶπεν· ἐπειδὴ Μ̣[ε]-
[νέ]σ̣τρατος Παπύλου Μακεδὼν ἀνὴρ ἀγαθὸ[ς]
ὢ̣ν [δια]τελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν
5 Δ̣η[λίω]ν καὶ χρείας παρέχεται καὶ κοινῆι τῆι πό̣-
λ̣ει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν
π̣ολ̣[ι]τῶν εἰς ἃ ἄν τις αὐτὸν παρακαλῆι· δεδ[ό]-
χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι Μεν[έ]-
στρατον Παπύλου Μακεδόνα καὶ εἶναι αὐτὸ[ν]
10 πρόξενον τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν [καὶ]
ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔ[γ]-
κτησιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν
[δ]ῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐ̣-
[τ]οῖς καὶ τἆλλα πάντα ὅσα δέδοται καὶ τοῖ[ς]
15 [ἄλ]λοις προξένοις καὶ εὐεργέταις τοῦ [τε]
[ἱερ]οῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τὸ ψή[φισμα]
[τόδ]ε τὴν μὲν βουλὴν εἰς τὸ βουλευ[τήριον],
[τοὺ]ς δὲ ἱεροποιοὺς εἰς στήλην λιθί[νην καὶ στῆ]-
[σαι εἰς] τὸ ἱερόν· vac. Διοκλῆς Μικύθου ἐ[πεψήφισεν].
20 [ἔδοξεν τῆι βο]υλ[ῆι καὶ τῶι δή]μωι· Τηλ̣[έμνηστος]
[Ἀριστείδου εἶπεν — — — — — — — — — —].
Search Help
Contact Us