[ ]
Delos — beg. 2nd c. BC
| corona laurea | |
| 1 | [ἔδοξεν τ]εῖ βουλεῖ καὶ τῶι δήμωι· Τηλέ- |
| [μνησ]τος Ἀριστείδου εἶπεν· στεφα- | |
| [νῶσ]αι τὸν πρόξενον Ἀνδροκλῆν Τιμομέ- | |
| νου Πολυρρήνιον δάφνης στεφάνωι | |
| 5 | τ̣ῶι ἱερῶι καὶ ἀναγορεῦσαι τὸν ἱεροκή- |
| ρ̣υκα ἐν τῶι θεάτρωι τοῖς Ἀπολλωνί- | |
| οις, ὅταν οἱ ἱεροὶ χοροὶ τῶν παίδων ἀ- | |
| γωνίζωνται, τόδε τὸ κήρυγμα· στεφα- | |
| νοῖ ὁ δῆμος ὁ Δηλίων Ἀνδροκλῆν Τιμο- | |
| 10 | μένου Πολυρρήνιον τὸν πρόξενον δά- |
| φνης στεφάνωι τῶι ἱερῶι ἀρετῆς ἕνε- | |
| κεν καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ | |
| εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· | |
| Διοφάνης Φιλοκλέους ἐπεψήφισεν. |