[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τῇ βουλεῖ καὶ τῶι δήμωι· Τηλέ- |
μνηστος Ἀριστείδου εἶπεν· | |
ἐπειδὴ Ἰάσων Θεογείτονος | |
Ἀράδιος ἀνὴρ ἀγαθὸς ὢν δια- | |
5 | τελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν |
δῆμον τὸν Δηλίων καὶ περὶ | |
πλείστου ποιούμενος τῆς | |
πρὸς τοὺς θεοὺς εὐσεβείας | |
καὶ αὑτὸν εὔχρηστον ἐμ παν- | |
10 | τὶ καιρῶι παρασκευάζων κοι- |
νεῖ τε τεῖ πόλει καὶ ἰδίαι τοῖ[ς] | |
ἐντυγχάνουσιν αὐτῶι τῶν | |
πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν π[α]- | |
[ρ]ακαλεῖ καὶ τοῖς ἀφικνουμ[έ]- | |
15 | [νο]ις τῶν πολιτῶν συνεργε[ῖ] |
[μετὰ] πάσης προθυμίας ἐν οἷ[ς] | |
[ἂν τυγχά]νωσι χρείαν ἔχον[τες] | |
[καὶ λέγων καὶ] πράσσων διατ[ελεῖ] | |
[ἀγαθὸν περὶ τοῦ ἱερ]οῦ καὶ το[ῦ δή]- | |
20 | [μου τοῦ Δηλίων· περὶ δ]ὴ τ[ούτων ․․․] |