[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τῇ βουλεῖ καὶ τῶι δήμωι· Τηλέ- |
| μνηστος Ἀριστείδου εἶπεν· | |
| ἐπειδὴ Ἰάσων Θεογείτονος | |
| Ἀράδιος ἀνὴρ ἀγαθὸς ὢν δια- | |
| 5 | τελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν |
| δῆμον τὸν Δηλίων καὶ περὶ | |
| πλείστου ποιούμενος τῆς | |
| πρὸς τοὺς θεοὺς εὐσεβείας | |
| καὶ αὑτὸν εὔχρηστον ἐμ παν- | |
| 10 | τὶ καιρῶι παρασκευάζων κοι- |
| νεῖ τε τεῖ πόλει καὶ ἰδίαι τοῖ[ς] | |
| ἐντυγχάνουσιν αὐτῶι τῶν | |
| πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν π[α]- | |
| [ρ]ακαλεῖ καὶ τοῖς ἀφικνουμ[έ]- | |
| 15 | [νο]ις τῶν πολιτῶν συνεργε[ῖ] |
| [μετὰ] πάσης προθυμίας ἐν οἷ[ς] | |
| [ἂν τυγχά]νωσι χρείαν ἔχον[τες] | |
| [καὶ λέγων καὶ] πράσσων διατ[ελεῖ] | |
| [ἀγαθὸν περὶ τοῦ ἱερ]οῦ καὶ το[ῦ δή]- | |
| 20 | [μου τοῦ Δηλίων· περὶ δ]ὴ τ[ούτων ․․․] |