[ ] Delos — beg. 2nd c. BC
1 [— — τὴν πᾶσαν σπουδὴν — — ἀπ]ροφασίσ-
[τως ποιούμενος· δεδόχθ]αι τῆι βουλῆ[ι]
[καὶ τῶι δήμωι· ἐπαινέσαι Ἡράκλειτ]ον Ἀμμω-
[νίου Σελευκέα ἐπὶ τεῖ αἱρέ]σει εἷ ἔχων δια-
5 [τελεῖ περί τε τὸ ἱερὸν καὶ] τὸν δῆμον τὸν
[Δηλίων καὶ εἶναι αὐτὸν π]ρόξενον καὶ εὐε-
[ργέτην τοῦ τε ἱεροῦ καὶ Δηλί]ων καὶ αὐτὸν κα[ὶ]
[ἐκγόνους καὶ εἶναι αὐτο]ῖς ἐν Δήλωι γῆς καὶ ο[ἰ]-
[κίας ἔγκτησιν καὶ πρόσοδ]ον πρὸς τὴν βουλὴν
10 [καὶ τὸν δῆμον πρώτοις μ]ετὰ τὰ ἱερά· ὑπάρ-
[χειν δὲ αὐτοῖς καὶ τὰ ἄλλα π]άντα ὅσα δέδ[ο]-
[ται τοῖς ἄλλοις προξένοις — — — — — — —].
Search Help
Contact Us