[ ]
Delos — beg. 2nd c. BC
| 1 | [ἔδοξε]ν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| [Τηλέ]μνηστος Ἀριστείδο<υ> εἶπεν· ἐ- | |
| [πειδὴ] Μοιραγένης Ἀμμωνίου Σε- | |
| [λευκε]ὺς ἀνὴρ ἀγαθὸς ὢν διατελε[ῖ] | |
| 5 | [περί τε] τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν |
| [Δηλίω]ν καὶ χρείας παρέχεται καὶ | |
| [κοινῆι] τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγ- | |
| [χάνο]υσι[ν α]ὐτῶι τῶν πολιτῶν φι- | |
| [λότιμ]ον α[ὑτ]ὸν παρασκευάζει ἐν | |
| 10 | [παντ]ὶ καιρῶι· ἵνα οὖν ὁ δῆμος εὐ- |
| [χάρισ]τος ὢν φαίν<η>ται καὶ τιμῶν | |
| [τοὺς γ]ενομένους ἀγαθοὺς ἄνδρας | |
| [περί τ]ε τὸ ἱερὸν καὶ τὸν δῆμον· δεδό- | |
| [χθαι] τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέ- | |
| 15 | [σαι μὲ]ν Μοιραγένην ἐπί τε τῆι αἱρέ- |
| [σει ἧι ἔχ]ει περί τε τὸ ἱερὸν καὶ τὸν δῆ- | |
| [μον καὶ εἶν]αι αὐτὸν καὶ πρόξενον καὶ ε[ὐ]- | |
| [εργέτη]ν τοῦ τε ἱεροῦ καὶ τοῦ δήμο[υ] | |
| [τοῦ Δηλί]ων καὶ αὐτὸν καὶ ἐγγόνου[ς]· | |
| 20 | [εἶναι δὲ] αὐτοῖς ἐν Δήλωι γῆς καὶ |
| [οἰκίας ἔγκ]τησιν καὶ πρόσοδον πρὸ[ς] | |
| [τὴν βουλὴν] καὶ τὸν δῆμον πρώτοις | |
| [μετὰ τὰ ἱερά· ὑπ]άρχειν δὲ αὐτοῖς καὶ | |
| [τἄλλα πάντα ὅσ]α δέδοται τοῖς π[ρο]- | |
| 25 | [ξένοις καὶ εὐεργέται]ς· ἀναγράψα[ι] |
| [δὲ τόδε τὸ ψήφισμα τὴν μ]ὲν βουλὴ[ν] | |
| [εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱ]εροπ[οι]- | |
| [οὺς εἰς τὸ ἱερόν — — — — — — — — —]. |