[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τηλέ- |
μνηστος Ἀριστείδου εἶπεν· ἐπειδὴ Δη- | |
μήτριος Ἀπολλωνίου Περγαμηνὸς ἀνὴρ ἀγα- | |
θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον | |
5 | τὸν Δηλίων καὶ περὶ πλείστου ποιούμενος |
τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ <ἑ>αυτὸν ε[ὔ]- | |
χρηστον ἐν παντὶ καιρῶι παρασκευάζει κο[ι]- | |
νεῖ τε τεῖ πόλει καὶ καθ’ ἰδίαν ἑκάστωι τῶν ἐν- | |
τυνχανόντων πολιτῶν [εἰς] ἃ ἄν τις αὐτὸν | |
10 | παρακαλεῖ καὶ τοῖς ἀφικ[νουμ]ένοις τῶν πολι- |
τῶν πρὸς τὸν βασιλέα συνεργεῖ μετὰ πάσης πρ[ο]- | |
θυμίας ἐν <ο>ἷς ἂν χρ<εί>αν ἔχοντες τυνχάνωσιν | |
καὶ πράτ<τ>ει διὰ παντὸς παρὰ τῶι βασιλεῖ τὰ συ[μ]- | |
φέροντα περί τε τοῦ ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δη- | |
15 | λίων· περὶ δὴ τούτων ἀγαθεῖ τύχει· δεδό- |
χθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· εἶναι πρόξενο[ν] | |
καὶ εὐεργέτην Δημήτριον Ἀπολλωνίου Περ- | |
γαμηνὸν καὶ τοὺς ἐγγόνους καὶ εἶναι αὐ- | |
τοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας ἔγκτησιν κα[ὶ] | |
20 | προεδρίαν ἐν τοῖς ἀγῶσιν <ο>ἷς ὁ δῆμος συν- |
τελεῖ καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸ[ν] | |
δῆμον πρώτ<ο>ις μετὰ τὰ ἱερά· ὑπάρ- | |
χειν δὲ Δημητρίωι καὶ τ<ο>ῖς ἐγγόνοις | |
αὐτοῦ καὶ τὰ ἄλλα πάντα ὅσα δέδοτα[ι] | |
25 | καὶ τ<ο>ῖς ἄλλ<ο>ις προξέν<ο>ις καὶ εὐερ- |
γέταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψα[ι] | |
δὲ τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς | |
τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱ- | |
[ε]ρόν· Στησίλεως Πραξιμένου ἐπεψήφι- | |
30 | [σ]ε. |